- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:31.1-31.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
地米斯托克利在萨尔狄斯试图追索自己往昔奉纳的雕像而触怒总督,此后在马格内西亚安度岁月;及至波斯王命其出征希腊,他为保全以往的英名而选择自尽。
ὡς δʼ ἦλθεν εἰς Σάρδεις καὶ σχολὴν ἄγων ἐθεᾶτο τῶν ἱερῶν τὴν κατασκευὴν καὶ τῶν ἀναθημάτων τὸ πλῆθος, εἶδε δὲ ἐν μητρὸς ἱερῷ1 τὴν καλουμένην ὑδροφόρον κόρην χαλκῆν, μέγεθος δίπηχυν, ἣν αὐτὸς ὅτε τῶν Ἀθήνησιν ὑδάτων ἐπιστάτης ἦν, ἑλὼν τοὺς ὑφαιρουμένους τὸ ὕδωρ καὶ παροχετεύοντας, ἀνέθηκεν ἐκ τῆς ζημίας ποιησάμενος, εἴτε δὴ παθών τι πρὸς τὴν αἰχμαλωσίαν τοῦ ἀναθήματος εἴτε βουλόμενος ἐνδείξασθαι τοῖς Ἀθηναίοις, ὅσην ἔχει τιμὴν καὶ δύναμιν ἐν τοῖς βασιλέως πράγμασι, λόγον τῷ Λυδίας σατράπῃ προσήνεγκεν αἰτούμενος ἀποστεῖλαι τὴν κόρην εἰς τὰς Ἀθήνας.
当他来到萨尔狄斯,趁着闲暇视察各处圣所的建筑与大量的奉纳品时,在母神神庙中见到了那座被称为“汲水少女”的青铜像,高约两肘尺。这尊雕像是他自己当年在雅典担任供水监理时,捕获那些盗水和私引水源之人,用罚款制成并奉纳的。不知是因为眼见这件奉纳品沦为战利品而心生触动,还是想向雅典人彰显自己在国王朝廷中享有何等尊荣与权势,他向吕底亚总督提出请求,希望将这尊少女像送回雅典。
χαλεπαίνοντος δὲ τοῦ βαρβάρου καὶ βασιλεῖ γράψειν φήσαντος ἐπιστολήν, φοβηθεὶς ὁ Θεμιστοκλῆς εἰς τὴν γυναικωνῖτιν κατέφυγε καὶ τὰς παλλακίδας αὐτοῦ θεραπεύσας χρήμασιν ἐκεῖνόν τε κατεπράϋνε τῆς ὀργῆς καὶ πρὸς τὰ ἄλλα παρεῖχεν ἑαυτὸν εὐλαβέστερον, ἤδη καὶ τὸν φθόνον τῶν βαρβάρων δεδοικώς. οὐ γὰρ πλανώμενος περὶ τὴν Ἀσίαν, ὥς φησι Θεόπομπος, ἀλλʼ ἐν Μαγνησίᾳ μὲν οἰκῶν, καρπούμενος δὲ δωρεὰς μεγάλας καὶ τιμώμενος ὅμοια Περσῶν τοῖς ἀρίστοις, ἐπὶ πολὺν χρόνον ἀδεῶς διῆγεν, οὐ πάνυ τι τοῖς Ἑλληνικοῖς πράγμασι βασιλέως προσέχοντος ὑπʼ ἀσχολιῶν περὶ τὰς ἄνω πράξεις.
然而那位蛮族总督大怒,声称要上书国王,地米斯托克利惶恐之下逃入内廷,用金钱讨好总督的侍妾,这才平息了他的怒火;此后他在其他事情上也变得更加谨慎,因他此时也开始畏惧蛮族人的嫉妒。因为他并非如泰奥庞普斯所言在小亚细亚四处流亡,而是定居于马格内西亚,坐享优渥赏赐,受到堪比波斯显贵的礼遇,在很长一段时期内安然度日,而国王也因忙于内陆诸事,并未对希腊事务投以多少关注。
ὡς δʼ Αἴγυπτός τε ἀφισταμένη2 βοηθούντων Ἀθηναίων καὶ τριήρεις Ἑλληνικαὶ μέχρι Κύπρου καὶ Κιλικίας ἀναπλέουσαι καὶ Κίμων θαλαττοκρατῶν ἐπέστρεψεν αὐτὸν ἀντεπιχειρεῖν τοῖς Ἕλλησι καὶ κωλύειν αὐξανομένους ἐπʼ αὐτόν, ἤδη δὲ καὶ δυνάμεις ἐκινοῦντο καὶ στρατηγοὶ διεπέμποντο καὶ κατέβαινον ἀγγελίαι πρὸς Θεμιστοκλέα, τῶν Ἑλληνικῶν ἐξάπτεσθαι κελεύοντος βασιλέως καὶ βεβαιοῦν τὰς ὑποσχέσεις, οὔτε διʼ ὀργήν τινα παροξυνθεὶς κατὰ τῶν πολιτῶν οὔτε ἐπαρθεὶς τιμῇ τοσαύτῃ καὶ δυνάμει πρὸς τὸν πόλεμον, ἀλλʼ ἴσως μὲν οὐδʼ ἐφικτὸν ἡγούμενος τὸ ἔργον, ἄλλους τε μεγάλους τῆς Ἑλλάδος ἐχούσης στρατηγοὺς τότε καὶ Κίμωνος ὑπερφυῶς εὐημεροῦντος ἐν τοῖς πολεμικοῖς, τὸ δὲ πλεῖστον αἰδοῖ τῆς τε δόξης τῶν πράξεων τῶν ἑαυτοῦ καὶ τῶν τροπαίων ἐκείνων, ἄριστα βουλευσάμενος ἐπιθεῖναι τῷ βίῳ τὴν τελευτὴν πρέπουσαν, ἔθυσε τοῖς θεοῖς, καὶ τοὺς φίλους συναγαγὼν καὶ δεξιωσάμενος, ὡς μὲν ὁ πολὺς λόγος, αἷμα ταύρειον πιών, ὡς δʼ ἔνιοι, φάρμακον ἐφήμερον προσενεγκάμενος, ἐν Μαγνησίᾳ κατέστρεψε3 πέντε πρὸς τοῖς ἑξήκοντα βεβιωκὼς ἔτη καὶ τὰ πλεῖστα τούτων ἐν πολιτείαις καὶ ἡγεμονίαις. τὴν δʼ αἰτίαν τοῦ θανάτου καὶ τὸν τρόπον πυθόμενον βασιλέα λέγουσιν ἔτι μᾶλλον θαυμάσαι τὸν ἄνδρα καὶ τοῖς φίλοις αὐτοῦ καὶ οἰκείοις χρώμενον διατελεῖν φιλανθρώπως.
然而,埃及在雅典人的协助下爆发叛乱,希腊的三列桨战船航行至塞浦路斯和基利家,基蒙称霸海上,这些事态促使国王不得不反击希腊人,遏止他们针对自己而不断扩张的势力。此时军队已然调动,将领四处派遣,给地米斯托克利的谕令也接连送达,国王命他投身于希腊战事并履行往昔的诺言。但他既未因对同胞的愤怒而受到挑动,也未因如此巨大的荣耀与权柄而热衷于战事——或许是因为他认为这并非力所能及之事,因为当时希腊尚有其他杰出将领,且基蒙在战事上顺遂异常,但最主要的是出于对自己功绩的威名和往昔辉煌战功的敬畏——他认为最好给自己的生命画上一个得体的句号。他向诸神献祭,召集友人并与他们握手道别,随后按照流传最广的说法饮下公牛血,或如某些人所言服下速效毒药,在马格内西亚结束了生命。他享年六十五岁,其中大部分岁月都致力于城邦政务与统帅职务。据说,国王得知他的死因与死状后,更加赞赏此人,并始终以仁慈的态度对待他的友人和眷属。
- 31.1εἶδε δὲ ἐν μητρὸς ἱερῷ
连词 δέ 在时间从属分句 ὡς δʼ ἦλθεν... ἐθεᾶτο(当他来到……视察时)内部继续引出动词 εἶδε(见到了),将焦点从泛览(未完成过去时 ἐθεᾶτο)转向发现特定雕像(不定过去时 εἶδε);整句的主句动词则是后文的 προσήνεγκεν(提出〔请求〕)。
- 31.3ὡς δʼ Αἴγυπτός τε ἀφισταμένη
这是贯穿第3节至第5节的长大周期句(period)的起始。ὡς 从句统领从句动词 ἐπέστρεψεν(促使国王……)及并列句 κατέβαινον ἀγγελίαι(谕令送达);随后在第4节由长篇分词短语(οὔτε... οὔτε... ἀλλʼ... βουλευσάμενος)陈述地米斯托克利的考量与决断,最终在第5节落实于主句直陈式动词 ἔθυσε(他献祭)与 κατέστρεψε(他结束了生命)。
- 31.5ἐν Μαγνησίᾳ κατέστρεψε
动词 καταστρέφω 本义为及物动词“颠覆”或“结束”,但在此处省略了宾语 τὸν βίον(生命),作不及物用法,是希腊语散文中表示“结束(生命)”、“去世”的习用表达。
