- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:32.1-32.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了地米斯托克利的子女及其婚姻与命运,辨析了关于其在马格内西亚和雅典两地的陵墓及遗骸的各种传闻,并以其后裔直至作者时代仍享有的特权作为全篇的结语。
ἀπέλιπε δὲ Θεμιστοκλῆς παῖδας ἐκ μὲν Ἀρχίππης τῆς Λυσάνδρου τοῦ Ἀλωπεκῆθεν Ἀρχέπτολιν καὶ Πολύευκτον καὶ Κλεόφαντον, οὗ καὶ Πλάτων ὁ φιλόσοφος ὡς ἱππέως ἀρίστου, τἆλλα δʼ οὐδενὸς ἀξίου γενομένου μνημονεύει. τῶν δὲ πρεσβυτάτων Νεοκλῆς μὲν ἔτι παῖς ὢν ὑφʼ ἵππου δηχθεὶς ἀπέθανε, Διοκλέα δὲ Λύσανδρος ὁ πάππος υἱὸν ἐποιήσατο.
地米斯托克利留下了数名儿子:与来自阿罗珀刻区的吕珊德洛斯之女阿尔基佩所生的有阿尔刻普托利斯、波吕欧克托斯和克勒奥芳托斯,哲学家柏拉图也提及过此人,说他是卓越的骑手,但在其他方面一无所长。在年长的儿子中,尼奥克勒斯尚在童年时被马咬死,狄奥克勒斯则被外祖父吕珊德洛斯收为养子。
θυγατέρας δὲ πλείους ἔσχεν, ὧν Μνησιπτολέμαν μὲν ἐκ τῆς ἐπιγαμηθείσης γενομένην Ἀρχέπτολις ὁ ἀδελφὸς οὐκ ὢν ὁμομήτριος ἔγημεν, Ἰταλίαν δὲ Πανθοίδης ὁ Χῖος, Σύβαριν δὲ Νικομήδης ὁ Ἀθηναῖος· Νικομάχην δὲ Φρασικλῆς ὁ ἀδελφιδοῦς Θεμιστοκλέους, ἤδη τετελευτηκότος ἐκείνου, πλεύσας εἰς Μαγνησίαν ἔλαβε παρὰ τῶν ἀδελφῶν, νεωτάτην δὲ πάντων τῶν τέκνων Ἀσίαν ἔθρεψε.
他还有数名女儿,其中阿尔刻普托利斯与后妻所生的同父异母妹姆涅西普托勒玛结为连理,奇奥斯人潘托伊得斯娶了意大利亚,雅典人尼科墨得斯娶了绪巴里斯。至于尼科玛刻,地米斯托克利的侄子弗拉西克勒斯在地米斯托克利去世后渡海前往马格内西亚,从诸兄弟手中迎娶了她,并抚养了所有子女中最年幼的阿西亚。
καὶ τάφον μὲν αὐτοῦ λαμπρὸν ἐν τῇ ἀγορᾷ Μάγνητες ἔχουσι· περὶ δὲ τῶν λειψάνων οὔτʼ Ἀνδοκίδῃ προσέχειν ἄξιον ἐν τῷ Πρὸς τοὺς ἑταίρους λέγοντι, φωράσαντας τὰ λείψανα διαρρῖψαι τοὺς Ἀθηναίους (ψεύδεται γὰρ ἐπὶ τὸν δῆμον παροξύνων τοὺς ὀλιγαρχικούς), ὅ τε Φύλαρχος,1 ὥσπερ ἐν τραγῳδίᾳ τῇ ἱστορίᾳ μονονοὺ μηχανὴν ἄρας καὶ προαγαγὼν Νεοκλέα τινὰ καὶ Δημόπολιν, υἱοὺς Θεμιστοκλέους, ἀγῶνα βούλεται κινεῖν καὶ πάθος, ὃ οὐδʼ ἂν ὁ τυχὼν ἀγνοήσειεν ὅτι πέπλασται.
马格内西亚人在广场上为他建有一座宏伟的陵墓。然而关于其遗骸,安多基得斯在《致同仁书》中所言——称雅典人查出其遗骸并四处抛弃——并不值得采信(因为他是在撒谎,旨在煽动寡头派反对平民大众);而费拉尔科斯在历史著作中,宛如在悲剧舞台上一般几乎搬出起重机械,引出了所谓的尼奥克勒斯与德莫波利斯这两个地米斯托克利之子,企图挑起戏剧性的冲突与悲情,但凡是普通人都能看出这纯属捏造。
Διόδωρος δʼ ὁ περιηγητὴς ἐν τοῖς Περὶ μνημάτων εἴρηκεν ὡς ὑπονοῶν μᾶλλον ἢ γινώσκων, ὅτι περὶ τὸν μέγαν λιμένα τοῦ Πειραιῶς ἀπὸ τοῦ κατὰ τὸν Ἄλκιμον ἀκρωτηρίου πρόκειταί τις οἷον ἀγκών, καὶ κάμψαντι τοῦτον ἐντός,2 ᾗ τὸ ὑπεύδιον τῆς θαλάττης, κρηπίς ἐστιν εὐμεγέθης καὶ τὸ περὶ αὐτὴν βωμοειδὲς τάφος τοῦ Θεμιστοκλέους.
行记作家狄奥多罗斯在《论墓冢》中谈到,其口吻更像推测而非确知,即在比雷埃夫斯的大港周围,从阿尔基莫斯海角伸出一条类似手肘的地带,转过此处进入内侧,在海面风平浪静的地方,有一处相当巨大的基座,围绕着它的祭坛状建筑便是地米斯托克利的坟墓。
οἴεται δε καὶ Πλάτωνα τὸν κωμικὸν αὐτῷ μαρτυρεῖν ἐν τούτοις· "ὁ σὸς δὲ τύμβος ἐν καλῷ κεχωσμένος τοῖς ἐμπόροις πρόσρησις ἔσται πανταχοῦ, τούς τʼ ἐκπλέοντας εἰσπλέοντάς τʼ ὄψεται, χὠπόταν ἅμιλλα τῶν νεῶν θεάσεται." τοῖς δʼ ἀπὸ γένους τοῦ Θεμιστοκλέους καὶ τιμαί τινες ἐν Μαγνησίᾳ φυλαττόμεναι μέχρι τῶν ἡμετέρων χρόνων ἦσαν, ἃς ἐκαρποῦτο Θεμιστοκλῆς Ἀθηναῖος, ἡμέτερος συνήθης καὶ φίλος παρʼ Ἀμμωνίῳ τῷ φιλοσόφῳ γενόμενος.
他还认为喜剧诗人柏拉图在以下诗句中为其提供了佐证: “你筑于吉地的冢墓, 各处行商皆向其致意, 见证千帆出港与归航, 更在舟楫竞逐时临观。” 此外,地米斯托克利的后裔在马格内西亚所享有的某些特权与尊荣,一直保留到我们这一时代,由雅典人地米斯托克利所享有,他在哲学家阿摩尼乌斯门下是我们的同窗兼好友。
- 32.3οὔτʼ Ἀνδοκίδῃ προσέχειν ἄξιον... ὅ τε Φύλαρχος
此处出现破格句法(anacoluthon):以 οὔτε 引出的无人称句(οὔτʼ Ἀνδοκίδῃ προσέχειν ἄξιον)后,并未按照常规使用相应的否定关联词(οὔτε...),而是转换为主语带肯定连接词的独立主句(ὅ τε Φύλαρχος... βούλεται)。逻辑上并列批判了安多基得斯与费拉尔科斯两人的不实记载。
- 32.4κάμψαντι τοῦτον ἐντός
分词 κάμψαντι 为“观察者与格”(dativus iudicantis),常用于地理地志描述中,表示视点与基准,意为“当人绕过此处时/在绕过此处者看来”。代词 τοῦτον 指前文如手肘般伸出的岬角(ἀγκών)。
