- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:30.1-30.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
上弗里吉亚总督埃庇克叙埃斯密谋刺杀地米斯托克利,地米斯托克利因得众神之母托梦预警而改道避险,刺客误袭晾晒的帐幔被擒,事后他建庙酬神。
καταβαίνοντι δʼ αὐτῷ1 πρὸς τὰς Ἑλληνικὰς πράξεις ἐπὶ θάλατταν Πέρσης ἀνὴρ Ἐπιξύης ὄνομα, σατραπεύων τῆς ἄνω Φρυγίας, ἐπεβούλευσε, παρεσκευακὼς ἔκπαλαι Πισίδας τινὰς ἀποκτενοῦντας, ὅταν ἐν τῇ καλουμένῃ κώμῃ Λεοντοκεφάλῳ γενόμενος καταυλισθῇ. τῷ δὲ λέγεται καθεύδοντι μεσημβρίας τὴν μητέρα τῶν θεῶν ὄναρ φανεῖσαν εἰπεῖν· ὦ Θεμιστόκλεις, ὑστέρει κεφαλῆς λεόντων,2 ἵνα μὴ λέοντι περιπέσῃς. ἐγὼ δὲ ἀντὶ τούτου σε αἰτῶ θεράπαιναν Μνησιπτολέμαν.3
当他为了处理希腊事务而下往海滨时,一个名叫埃庇克叙埃斯、任上弗里吉亚总督的波斯人谋害于他;此人早已预先准备好几名皮西迪亚人,要等他抵达并在那座名叫“狮头”的村庄宿营时将他刺杀。但据说,正当他在正午就寝之时,众神之母在梦中向他显现并说道: “地米斯托克利啊,且避开狮群之头,免得你落入狮爪。而作为报答,我向你索求姆涅西普托勒玛作为侍女。”
διαταραχθεὶς οὖν ὁ Θεμιστοκλῆς προσευξάμενος τῇ θεῷ τὴν μὲν λεωφόρον ἀφῆκεν, ἑτέρᾳ δὲ περιελθὼν καὶ παραλλάξας τὸν τόπον ἐκεῖνον ἤδη νυκτὸς οὔσης κατηυλίσατο. τῶν δὲ τὴν σκηνὴν κομιζόντων ὑποζυγίων ἑνὸς εἰς τὸν ποταμὸν ἐμπεσόντος, οἱ τοῦ Θεμιστοκλέους οἰκέται τὰς αὐλαίας διαβρόχους γενομένας ἐκπετάσαντες ἀνέψυχον. οἱ δὲ Πισίδαι τὰ ξίφη λαβόντες ἐν τούτῳ προσεφέροντο, καὶ τὰ ψυχόμενα πρὸς τὴν σελήνην4 οὐκ ἀκριβῶς ἰδόντες ᾠήθησαν εἶναι τὴν σκηνὴν τὴν Θεμιστοκλέους κἀκεῖνον ἔνδον εὑρήσειν ἀναπαυόμενον.
地米斯托克利因而惶惑不安,向女神祈祷后便弃了大路,绕行另一条路并避开那处地方,在已是夜晚时安营歇息。 由于一头驮运帐篷的牲口失足落入河中,地米斯托克利的仆役们便将湿透的帐幔展开晾晒。此时皮西迪亚人拔剑逼近,在月光下影影绰绰地望见那些晾晒之物,便以为那是地米斯托克利的帐篷,而他正卧于其中安歇。
ὡς δʼ ἐγγὺς γενόμενοι τὴν αὐλαίαν ἀνέστελλον, ἐπιπίπτουσιν αὐτοῖς οἱ παραφυλάσσοντες καὶ συλλαμβάνουσι. διαφυγὼν δὲ τὸν κίνδυνον οὕτω καὶ θαυμάσας τὴν ἐπιφάνειαν τῆς θεοῦ ναὸν κατεσκεύασεν ἐν Μαγνησίᾳ Δινδυμήνης καὶ τὴν θυγατέρα Μνησιπτολέμαν ἱέρειαν ἀπέδειξεν.
然而当他们走近并掀开帷幔时,护卫们向他们猛扑过去并将他们捕获。地米斯托克利如此化险为夷,并惊叹于女神的显圣,于是在马格内西亚为狄恩狄墨涅建了一座神庙,并任命女儿姆涅西普托勒玛担任其女祭司。
- 30.1καταβαίνοντι δʼ αὐτῷ
句首的与格分词短语既充当后文主动词 ἐπεβούλευσε(支配与格)的补足语,又兼具表时间与背景的环境状语功能。
- 30.1ὑστέρει κεφαλῆς λεόντων
动词 ὑστερέω 搭配离格性属格(κεφαλῆς),意为“远离”、“落后于/避开”。此处是对前文村名 Λεοντοκέφαλος(“狮头”)所作的神谕式双关隐喻。
- 30.1ἀντὶ τούτου σε αἰτῶ θεράπαιναν Μνησιπτολέμαν
动词 αἰτέω 支配双重宾格(表示人的 σε 与表示具体对象的 Μνησιπτολέμαν),同时 θεράπαιναν 充当宾语补足语(谓语性宾格,意为“作为侍女”)。
- 30.2τὰ ψυχόμενα πρὸς τὴν σελήνην
中性复数实体化分词 τὰ ψυχόμενα(“正在晾晒之物”)受介词短语 πρὸς τὴν σελήνην(“在月光照耀下”)修饰,πρός 在此表示暴露于光线之下。
