← 普鲁塔克

地米斯托克利传

§29.1-29.7

波斯王的厚待与宫廷殊荣

波斯王厚待地米斯托克利并赐予巨额赏赐;地米斯托克利习得波斯语后深受国王信赖,在宫廷中享有了空前的殊荣与封邑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

ἅμα δʼ ἡμέρᾳ συγκαλέσας τοὺς φίλους εἰσῆγεν αὐτὸν οὐδὲν ἐλπίζοντα χρηστὸν ἐξ ὧν ἑώρα τοὺς ἐπὶ θύραις, ὡς ἐπύθοντο τοὔνομα παρόντος αὐτοῦ, χαλεπῶς διακειμένους καὶ κακῶς λέγοντας. ἔτι δὲ Ῥωξάνης ὁ χιλίαρχος, ὡς κατʼ αὐτὸν ἦν ὁ Θεμιστοκλῆς προσιών, καθημένου βασιλέως καὶ τῶν ἄλλων σιωπώντων, ἀτρέμα στενάξας εἶπεν· ὄφις Ἕλλην ὁ ποικίλος, ὁ βασιλέως σε δαίμων δεῦρο ἤγαγεν.

天明时分,国王召集亲信,将他引见入内;但地米斯托克利未敢抱有任何良望,因为他已看见宫门前的侍卫们当着他的面得知其姓名时,态度严酷,口出恶言。 此外,当国王端坐、众人默然不语之时,地米斯托克利正走至千夫长罗克萨涅斯身旁,后者暗暗叹息道: “狡黠的希腊毒蛇,是国王的守护神把你引到了这里。”

§29.2

οὐ μὴν ἀλλʼ εἰς ὄψιν ἐλθόντος αὐτοῦ καὶ πάλιν προσκυνήσαντος, ἀσπασάμενος καὶ προσειπὼν φιλοφρόνως ὁ βασιλεύς, ἤδη μὲν ἔφησεν αὐτῷ διακόσια τάλαντα ὀφείλειν· κομίσαντα γὰρ αὑτὸν ἀπολήψεσθαι δικαίως τὸ ἐπικηρυχθὲν τῷ ἀγαγόντι·1 πολλῷ δὲ πλείω τούτων ὑπισχνεῖτο καὶ παρεθάρρυνε καὶ λέγειν ἐδίδου περὶ τῶν Ἑλληνικῶν, ἃ βούλοιτο, παρρησιαζόμενον.

然而,当他来到国王御前再度俯伏下拜时,国王向他问候,亲切地与他叙话,并表示自己已欠他两百塔兰同;因为他既然亲自前来,便理应领得悬赏捉拿他的人所应得的赏金。不仅如此,国王还许诺给他远多于此的赏赐,勉励他,并准许他畅所欲言,就希腊事务发表任何想说的见解。

§29.3

ὁ δὲ Θεμιστοκλῆς ἀπεκρίνατο, τὸν λόγον ἐοικέναι τοῦ ἀνθρώπου τοῖς ποικίλοις στρώμασιν· ὡς γὰρ ἐκεῖνα καὶ τοῦτον ἐκτεινόμενον μὲν ἐπιδείκνυσθαι τὰ εἴδη, συστελλόμενον δὲ κρύπτειν καὶ διαφθείρειν·2 ὅθεν αὐτῷ χρόνου δεῖν. ἐπεὶ δέ, ἡσθέντος τοῦ βασιλέως τῇ εἰκασίᾳ καὶ λαμβάνειν κελεύσαντος, ἐνιαυτὸν αἰτησάμενος καὶ τὴν Περσίδα γλῶτταν ἀποχρώντως ἐκμαθὼν ἐνετύγχανε βασιλεῖ διʼ αὑτοῦ, τοῖς μὲν ἐκτὸς δόξαν παρέσχε περὶ τῶν Ἑλληνικῶν πραγμάτων διειλέχθαι, πολλῶν δὲ καινοτομουμένων περὶ τὴν αὐλὴν καὶ τοὺς φίλους ὑπὸ τοῦ βασιλέως ἐν ἐκείνῳ τῷ καιρῷ, φθόνον ἔσχε παρὰ τοῖς δυνατοῖς, ὡς καὶ κατʼ ἐκείνων παρρησίᾳ χρήσασθαι πρὸς αὐτὸν ἀποτετολμηκώς. οὐδὲν γὰρ ἦσαν αἱ τιμαὶ ταῖς τῶν ἄλλων ἐοικυῖαι ξένων, ἀλλὰ καὶ κυνηγεσίων βασιλεῖ μετέσχε καὶ τῶν οἴκοι διατριβῶν, ὥστε καὶ μητρὶ τῇ βασιλέως εἰς ὄψιν ἐλθεῖν καὶ γενέσθαι συνήθης, διακοῦσαι δὲ καὶ τῶν μαγικῶν λόγων τοῦ βασιλέως κελεύσαντος.

地米斯托克利却答道,人的言语正如绚丽的织锦;因为正如织锦一样,言语展开时方能显现其图案,卷起时则会将其遮掩并破坏;因此他需要时间。国王对这一比喻甚感喜悦,命他便宜取时;于是他请求宽限一年,并在充分掌握了波斯语之后,亲自与国王交谈。对外人而言,他给人留下了专就希腊事务进行详谈的印象;但由于当时国王正在宫廷和亲信中推行诸多变革,他招致了权贵们的嫉妒,被认为竟敢放肆地向国王进言针对他们。因为他所享有的荣宠绝非其他异邦人可比,他甚至与国王一同狩猎,参与宫中的私人聚会,以致得见国王之母并与之熟稔,更在国王的命令下聆听了贤士们的奥义教诲。

§29.5

ἐπεὶ δὲ Δημάρατος ὁ Σπαρτιάτης αἰτήσασθαι δωρεὰν κελευσθεὶς ᾐτήσατο τὴν κίταριν, ὥσπερ οἱ βασιλεῖς, ἐπαράμενος εἰσελάσαι διὰ Σάρδεων, Μιθροπαύστης μὲν ἀνεψιὸς ὢν βασιλέως εἶπε τοῦ Δημαράτου τῆς τιάρας ἁψάμενος· αὕτη μὲν ἡ κίταρις οὐκ ἔχει ἐγκέφαλον, ὃν ἐπικαλύψει· σὺ δʼ οὐκ ἔσῃ Ζεὺς ἂν λάβῃς κεραυνόν·

当斯巴达人德玛拉托斯受命求赏,请求如列王那般直立顶冠骑马穿过萨耳狄斯时,国王的堂弟米特罗保斯特斯摸着德玛拉托斯的王冠说道: “这顶王冠并没有可供它覆盖的脑髓;而即便你拿起霹雳,你也成不了宙斯。”

§29.6

ἀπωσαμένου δὲ τὸν Δημάρατον ὀργῇ διὰ τὸ αἴτημα τοῦ βασιλέως καὶ δοκοῦντος ἀπαραιτήτως ἔχειν πρὸς αὐτόν, ὁ Θεμιστοκλῆς δεηθεὶς ἔπεισε καὶ διήλλαξε. λέγεται δὲ καὶ τοὺς ὕστερον βασιλεῖς, ἐφʼ ὧν μᾶλλον αἱ Περσικαὶ πράξεις ταῖς Ἑλληνικαῖς ἀνεκράθησαν, ὁσάκις δεηθεῖεν ἀνδρὸς Ἕλληνος, ἐπαγγέλλεσθαι καὶ γράφειν ἕκαστον, ὡς μείζων ἔσοιτο παρʼ αὐτῷ Θεμιστοκλέους.

国王因这一请求大怒而斥退了德玛拉托斯,且显得决不肯宽恕他;地米斯托克利出面恳求,说服了国王并促成两人和解。 据说后来的列王——在他们统治期间波斯事务与希腊事务交织得更为密切——每当需要希腊人才时,各自都会许诺并去信称,他在自己宫廷中的地位必将高于地米斯托克利。

§29.7

αὐτὸν δὲ τὸν Θεμιστοκλέα φασὶν ἤδη μέγαν ὄντα καὶ θεραπευόμενον ὑπὸ πολλῶν λαμπρᾶς ποτε τραπέζης αὐτῷ παρατεθείσης πρὸς τοὺς παῖδας εἰπεῖν· ὦ παῖδες, ἀπωλόμεθα3 ἄν, εἰ μὴ ἀπωλόμεθα. πόλεις δʼ αὐτῷ τρεῖς μὲν οἱ πλεῖστοι δοθῆναι λέγουσιν εἰς ἄρτον καὶ οἶνον καὶ ὄψον, Μαγνησίαν καὶ Λάμψακον καὶ Μυοῦντα· δύο δʼ ἄλλας προστίθησιν ὁ Κυζικηνὸς Νεάνθης καὶ Φανίας, Περκώτην καὶ Παλαίσκηψιν εἰς στρωμνὴν καὶ ἀμπεχόνην.

据说地米斯托克利本人在位高显赫且受众人侍奉时,一次面对摆在他面前的盛宴,曾对儿子们说道: “孩子们,若非我们曾经毁家落魄,我们如今早已破灭了。” 大多数人记载,国王赐予他三座城邑以供面包、葡萄酒和肉食,即马格内西亚、兰普萨库斯和缪斯;而基济科斯的涅安特斯与法尼阿斯则另添了两座城邑,即供卧具与衣着的佩尔科特和帕莱斯刻普西斯。

语法注3 条
  1. 29.2κομίσαντα γὰρ αὑτὸν ἀπολήψεσθαι δικαίως τὸ ἐπικηρυχθὲν τῷ ἀγαγόντι

    由ἔφησεν引出的间接引语中的“宾格加不定式”结构。将来时不定式ἀπολήψεσθαι的逻辑主语与带反身代词的分词短语κομίσαντα ... αὑτόν(“亲自带自己前来的人”,即地米斯托克利)取同格(宾格)。由于不定式的主语由主句主语(ὁ βασιλεύς,亦即前句ὀφείλειν的主语)转换为地米斯托克利,故按通例使用宾格。

  2. 29.3ὡς γὰρ ἐκεῖνα καὶ τοῦτον ἐκτεινόμενον μὲν ἐπιδείκνυσθαι τὰ εἴδη, συστελλόμενον δὲ κρύπτειν καὶ διαφθείρειν

    由ἀπεκρίνατο延续的间接引语中的比喻相关结构(ὡς ἐκεῖνα ... καὶ τοῦτον)。宾格主语τοῦτον(指代τὸν λόγον)带有两个修饰分词ἐκτεινόμενον与συστελλόμενον,作为不定式ἐπιδείκνυσθαι、κρύπτειν与διαφθείρειν的主语;ὡς从句中省略了对应的动词形式。

  3. 29.7ὦ παῖδες, ἀπωλόμεθα ἄν, εἰ μὴ ἀπωλόμεθα

    与过去事实相反的非真实条件句(结论句为ἄν加不定过去时直陈式ἀπωλόμεθα ἄν;条件从句为εἰ μή加不定过去时直陈式εἰ μὴ ἀπωλόμεθα)。利用动词ἀπόλλυμι的双重含义(身败名裂/流亡与彻底灭亡)构成悖论修辞,意为“若非我们当初遭受流放的破灭,我们如今便已彻底完蛋了”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:29.1-29.7