- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:2.1-2.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记叙了少年地米斯托克利非凡的天资、务实的志趣及其对文雅技艺的轻视,并辨正了其从师传承的年代讹误及青年时期的传闻真伪。
ἔτι δὲ παῖς ὢν ὁμολογεῖται φορᾶς μεστὸς εἶναι, καὶ τῇ μὲν φύσει συνετός, τῇ δὲ προαιρέσει μεγαλοπράγμων καὶ πολιτικός. ἐν γὰρ ταῖς ἀνέσεσι καὶ σχολαῖς ἀπὸ τῶν μαθημάτων γινόμενος οὐκ ἔπαιζεν οὐδʼ ἐρρᾳθύμει, καθάπερ οἱ λοιποὶ παῖδες, ἀλλʼ εὑρίσκετο λόγους τινὰς μελετῶν καὶ συνταττόμενος πρὸς ἑαυτόν. ἦσαν δʼ οἱ λόγοι κατηγορία τινὸς ἢ συνηγορία τῶν παίδων.
当他尚是幼童之时,公认他便充满冲劲,生性聪慧,且志趣远大、倾心政治。因为在学业之余的休息与闲暇时光中,他并不像其他孩子那样嬉戏或虚度光阴,而是被人发现独自练习并撰写某些演说词。而这些演说词往往是对某个同伴的控告或辩护。
ὅθεν εἰώθει λέγειν πρὸς αὐτὸν ὁ διδάσκαλος ὡς οὐδὲν ἔσῃ, παῖ, σὺ μικρόν, ἀλλὰ μέγα πάντως ἀγαθὸν ἢ κακόν. ἐπεὶ καὶ τῶν παιδεύσεων τὰς μὲν ἠθοποιοὺς ἢ πρὸς ἡδονήν τινα καὶ χάριν ἐλευθέριον σπουδαζομένας ὀκνηρῶς καὶ ἀπροθύμως ἐξεμάνθανε, τῶν δὲ εἰς σύνεσιν ἢ πρᾶξιν λεγομένων δῆλος ἦν ὑπερορῶν παρʼ ἡλικίαν,1 ὡς τῇ φύσει πιστεύων.
因此,他的老师常对他说: “孩子,你绝不会是个小人物,无论为善为恶,你必定是个大人物。” 事实上,在各种学业之中,凡是陶冶品性、或为求得高雅乐趣与风度而修习的课程,他都学得迟疑且缺乏热情;而对于那些被认为关涉智力或实际功业的学问,他却显而易见地超越年龄地予以蔑视,仿佛自恃其天资过人。
ὅθεν ὕστερον ἐν ταῖς ἐλευθερίοις καὶ ἀστείαις λεγομέναις διατριβαῖς ὑπὸ τῶν πεπαιδεῦσθαι δοκούντων χλευαζόμενος ἠναγκάζετο φορτικώτερον ἀμύνεσθαι, λέγων, ὅτι λύραν μὲν ἁρμόσασθαι καὶ μεταχειρίσασθαι ψαλτήριον οὐκ ἐπίσταται, πόλιν δὲ μικρὰν καὶ ἄδοξον παραλαβὼν ἔνδοξον καὶ μεγάλην ἀπεργάσασθαι. καίτοι Στησίμβροτος Ἀναξαγόρου τε διακοῦσαι τὸν Θεμιστοκλέα φησὶ καὶ περὶ Μέλισσον σπουδάσαι τὸν φυσικόν, οὐκ εὖ τῶν χρόνων ἁπτόμενος· Περικλεῖ γάρ, ὃς πολὺ νεώτερος ἦν Θεμιστοκλέους, Μέλισσος μὲν ἀντεστρατήγει πολιορκοῦντι Σαμίους, Ἀναξαγόρας δὲ συνδιέτριβε.
因此,后来在所谓的优雅有礼的聚会中,受到自命有教养之人的嘲笑时,他不得不颇为粗鲁地自卫,说他虽不懂得调试竖琴或拨弄弹拨乐器,但若接手一个弱小无名的城邦,他却懂得如何使其变得显赫伟大。然而,斯忒辛布洛托斯说地米斯托克利听过阿那克萨哥拉的课,并在自然哲学家梅利索斯门下求学,这是未能妥善把握时代先后;因为梅利索斯在伯里克利围攻萨摩斯人时作为敌方将领出战,而阿那克萨哥拉则是伯里克利的密友,而伯里克利比地米斯托克利年轻得多。
μᾶλλον οὖν ἄν τις προσέχοι τοῖς Μνησιφίλου τὸν Θεμιστοκλέα τοῦ Φρεαρρίου ζηλωτὴν γενέσθαι λέγουσιν, οὔτε ῥήτορος ὄντος οὔτε τῶν φυσικῶν κληθέντων φιλοσόφων, ἀλλὰ τὴν τότε καλουμένην σοφίαν, οὖσαν δὲ δεινότητα πολιτικὴν καὶ δραστήριον σύνεσιν, ἐπιτήδευμα πεποιημένου καὶ διασώζοντος ὥσπερ αἵρεσιν ἐκ διαδοχῆς ἀπὸ Σόλωνος· ἣν οἱ μετὰ ταῦτα δικανικαῖς μίξαντες τέχναις καὶ μεταγαγόντες ἀπὸ τῶν πράξεων τὴν ἄσκησιν ἐπὶ τοὺς λόγους, σοφισταὶ προσηγορεύθησαν.2 τούτῳ μὲν οὖν ἤδη πολιτευόμενος ἐπλησίαζεν.
所以,人们更应当听信那些说地米斯托克利是弗雷阿里区的涅西菲洛斯的崇拜者的人。这位涅西菲洛斯既非修辞学家,亦非所谓自然哲学家之一,而是将当时被称为“智慧”的东西——实为政治才干与敏锐洞察力——作为专门事业,并像派系传承一样自梭伦以降保存下来;后世之人将这种智慧与诉讼技巧相混合,把操练从实践转向言辞,从而被称为智者。地米斯托克利正是在已经参与城邦事务之时与他交往亲密的。
ἐν δὲ ταῖς πρώταις τῆς νεότητος ὁρμαῖς ἀνώμαλος ἦν καὶ ἀστάθμητος, ἅτε τῇ φύσει καθʼ αὑτὴν χρώμενος ἄνευ λόγου καὶ παιδείας ἐπʼ ἀμφότερα μεγάλας ποιουμένῃ μεταβολὰς τῶν ἐπιτηδευμάτων καὶ πολλάκις ἐξισταμένῃ πρὸς τὸ χεῖρον, ὡς ὕστερον αὐτὸς ὡμολόγει, καὶ τοὺς τραχυτάτους πώλους ἀρίστους ἵππους γίνεσθαι φάσκων, ὅταν ἧς προσήκει τύχωσι παιδείας καὶ καταρτύσεως.
然而在他青年的最初冲动之中,他是动荡且难以捉摸的,因为他任由自己的天性在缺乏理智与教养的情况下单独发挥作用,这种天性在行事上向善向恶两端皆会发生剧烈变化,并屡屡滑向坏的一面。这一点他后来自己也承认,声称即便最桀骜不驯的马驹往往能成为最好的骏马,只要它们得到应有的驯育与约束。
ἃ δὲ τούτων ἐξαρτῶσιν ἔνιοι διηγήματα πλάττοντες, ἀποκήρυξιν μὲν ὑπὸ τοῦ πατρὸς αὐτοῦ, θάνατον δὲ τῆς μητρὸς ἑκούσιον ἐπὶ τῇ τοῦ παιδὸς ἀτιμίᾳ περιλύπου γενομένης, δοκεῖ κατεψεῦσθαι· καὶ τοὐναντίον εἰσὶν οἱ λέγοντες, ὅτι τοῦ τὰ κοινὰ πράττειν ἀποτρέπων αὐτὸν ὁ πατὴρ ἐπεδείκνυε πρὸς τῇ θαλάττῃ τὰς παλαιὰς τριήρεις ἐρριμμένας καὶ παρορωμένας, ὡς δὴ καὶ πρὸς τοὺς δημαγωγούς, ὅταν ἄχρηστοι φαίνωνται, τῶν πολλῶν ὁμοίως ἐχόντων.3
至于有些人据此附会编造的故事,诸如他被父亲逐出家门,其母因儿子的蒙羞悲伤过度而自尽,这些似乎皆属虚妄;相反,另有人说,父亲为了劝阻他参与公众事务,曾指着海边那些被废弃而无人理睬的旧三层桨战船给他看,说明民众对待煽动政客的态度亦是如此,一旦他们显得毫无用处,便会弃之不顾。
- 2.2τῶν δὲ εἰς σύνεσιν ἢ πρᾶξιν λεγομένων δῆλος ἦν ὑπερορῶν παρʼ ἡλικίαν
δῆλος ἦν 与分词 ὑπερορῶν 构成属人格句式(“他显而易见地蔑视……”),动词 ὑπερορῶν 支配属格宾语 τῶν δὲ...。语境上与前文勉强修习陶冶性情的课程(τὰς μὲν ἠθοποιούς...)形成对照,表明他自恃天赋过人(ὡς τῇ φύσει πιστεύων),以超越年龄的姿态对关乎智谋或实践的学课亦不屑一顾。
- 2.4ἣν οἱ μετὰ ταῦτα δικανικαῖς μίξαντες τέχναις καὶ μεταγαγόντες ἀπὸ τῶν πράξεων τὴν ἄσκησιν ἐπὶ τοὺς λόγους, σοφισταὶ προσηγορεύθησαν
关系代词 ἣν 指代前文的 τὴν τότε καλουμένην σοφίαν,充当分词 μίξαντες 的宾语。关系从句的主语为 οἱ μετὰ ταῦτα,被动动词 προσηγορεύθησαν 带有主格补足语 σοφισταί(“后世之人……被称为智者”)。关系代词引导分词短语而未直接作从句谓语动词的宾语,呈现出轻微的句法破格。
- 2.6ὡς δὴ καὶ πρὸς τοὺς δημαγωγούς, ὅταν ἄχρηστοι φαίνωνται, τῶν πολλῶν ὁμοίως ἐχόντων
由 ὡς 引导的独立属格结构(τῶν πολλῶν ὁμοίως ἐχόντων)。这里的 ὡς 表示父亲向儿子指明的主观理由或比喻依据,意为“鉴于民众对煽动政客的态度亦是如此(无用时便抛弃)”。介词短语 πρὸς τοὺς δημαγωγούς 依存于 ὁμοίως ἐχόντων(“对……持同样态度”)。
