- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:28.1-28.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
地米斯托克利晋见波斯王并表明身份,借由昔日恩惠与神谕为其流亡寻求庇护。波斯王为其气魄所折服,因将最出色的劲敌招致麾下而欢欣盛赞。
ἐπεὶ δʼ οὖν εἰσήχθη πρὸς βασιλέα καὶ προσκυνήσας ἔστη σιωπῇ, προστάξαντος τῷ ἑρμηνεῖ τοῦ βασιλέως ἐρωτῆσαι, τίς ἐστι, καὶ τοῦ ἑρμηνέως ἐρωτήσαντος, εἶπεν· ἥκω σοι, βασιλεῦ, Θεμιστοκλῆς ὁ Ἀθηναῖος ἐγὼ φυγὰς ὑφʼ Ἑλλήνων διωχθείς, ᾧ πολλὰ μὲν ὀφείλουσι Πέρσαι κακά, πλείω δὲ ἀγαθὰ κωλύσαντι τὴν δίωξιν,1 ὅτε τῆς Ἑλλάδος ἐν ἀσφαλεῖ γενομένης παρέσχε τὰ οἴκοι σωζόμενα χαρίσασθαί τι καὶ ὑμῖν.2
于是,当他被引至国王面前并俯伏下拜、肃立不语时,国王命翻译询问他是何人;翻译询问之后,他说道: “国王啊,我,雅典人地米斯托克利,作为被希腊人驱逐的流亡者来到了您的面前。波斯人因我遭受了诸多灾祸,却也从我这里获得了更多的恩惠,因为我曾阻遏了追击;那是希腊已然转危为安,我在家园的安定处境使我有机会也为你们施以某些恩惠之时。
ἐμοὶ μὲν οὖν πάντα πρέποντα ταῖς παρούσαις συμφοραῖς ἐστι, καὶ παρεσκευασμένος ἀφῖγμαι δέξασθαί τε χάριν εὐμενῶς διαλλαττομένου καὶ παραιτεῖσθαι μνησικακοῦντος ὀργήν· σὺ δὲ τοὺς ἐμοὺς ἐχθροὺς μάρτυρας θέμενος ὧν εὐεργέτησα Πέρσας,3 νῦν ἀπόχρησαι ταῖς ἐμαῖς τύχαις πρὸς ἐπίδειξιν ἀρετῆς μᾶλλον ἢ πρὸς ἀποπλήρωσιν ὀργῆς. σώσεις μὲν γὰρ ἱκέτην σόν, ἀπολεῖς δʼ Ἑλλήνων πολέμιον γενόμενον.
就我而言,眼前的一切皆与我当下的厄运相符,而我来此也已做好了准备:既接纳一位仁厚和解者的恩泽,亦乞求一位心怀旧怨者的怒气得以平息。但请您以我的仇敌为证,见证我对波斯人所施的恩惠,如今善用我的境遇来彰显美德,而非发泄怒火。因为您若非拯救您自己的请愿者,便是毁灭一位已然成为希腊人之敌的人。”
ταῦτʼ εἰπὼν ὁ Θεμιστοκλῆς ἐπεθείασε τῷ λόγῳ προσδιελθὼν τὴν ὄψιν, ἣν εἶδεν ἐν Νικογένους, καὶ τὸ μάντευμα τοῦ Δωδωναίου Διός, ὡς κελευσθεὶς πρὸς τὸν ὁμώνυμον τοῦ θεοῦ βαδίζειν συμφρονήσειε πρὸς ἐκεῖνον ἀναπέμπεσθαι· μεγάλους γὰρ ἀμφοτέρους εἶναί τε καὶ λέγεσθαι βασιλέας. ἀκούσας δʼ ὁ Πέρσης, ἐκείνῳ μὲν οὐδὲν ἀπεκρίνατο, καίπερ θαυμάσας τὸ φρόνημα καὶ τὴν τόλμαν αὐτοῦ· μακαρίσας δὲ πρὸς τοὺς φίλους ἑαυτόν, ὡς ἐπʼ εὐτυχίᾳ μεγίστῃ, καὶ κατευξάμενος ἀεὶ τοῖς πολεμίοις τοιαύτας φρένας διδόναι τὸν Ἀριμάνιον, ὅπως ἐλαύνωσι τοὺς ἀρίστους ἐξ ἑαυτῶν, θῦσαί τε τοῖς θεοῖς λέγεται καὶ πρὸς πόσιν εὐθὺς τραπέσθαι καὶ νύκτωρ ὑπὸ χαρᾶς διὰ μέσων τῶν ὕπνων βοῆσαι τρίς· ἔχω Θεμιστοκλέα τὸν Ἀθηναῖον.
说完这些,地米斯托克利又补述了他在尼科革涅斯家中得见的异象,以及多多纳宙斯的神谕,从而为他的话语增添了神圣的昭示:即他被吩咐前往与神同名者那里,因而领悟到自己是被送往国王之处;因为两者皆是且被称为伟大的国王。 波斯王听闻此言,虽赞叹其气魄与胆识,却并未向他作答;但他向朋友们庆贺自己获得了极大的幸运,并祈求阿里马尼奥斯神常赐予敌人如此的心智,使他们将本族最优秀之士驱逐出境。据说他随后向诸神献祭,随即痛饮,夜间更因欢喜在睡梦中三次大呼: “我有雅典人地米斯托克利了!”
- 28.1κωλύσαντι τὴν δίωξιν
与格分词 κωλύσαντι 在语法上与前置的关系代词 ᾧ(指代地米斯托克利本人)一致,起状语(时间或原因)修饰作用,用以说明他如何通过阻遏追击而给予波斯人更大的恩惠。
- 28.1παρέσχε τὰ οἴκοι σωζόμενα χαρίσασθαί τι καὶ ὑμῖν
中性复数名词短语 τὰ οἴκοι σωζόμενα(“国内家室的安全/处境得以保全”)作单数谓语动词 παρέσχε 的主语(中性复数主语与单数谓语一致的常规用法),以不定式 χαρίσασθαι 作宾语补足成分,意为“本邦的安定给予了机会去施恩……”。另一种可能是将 παρέσχε 视为无人称用法(意为“得以/可能”),但前者在结构上与前置属格绝对结构结合得更为紧密自然。
- 28.2ὧν εὐεργέτησα Πέρσας
关系代词 ὧν 呈现格吸引(attractio relativi)现象。动词 εὐεργετέω 本来常带双宾格(人与中性代词的内宾格,即 ταῦτα ἅ),此处本应作宾格的 ἅ 受其所依附的属格补足语位置(即 μάρτυρας ὧν,“作为……的证人”)或省略的属格先行词影响,被吸引为属格 ὧν。
