← 普鲁塔克

地米斯托克利传

§27.1-27.5

与阿尔塔巴诺斯的会面及求见波斯王

在列举关于地米斯托克利所见波斯国王为何人的诸家记载后,叙述了他到达宫廷并与千夫长阿尔塔巴诺斯交涉,同意遵从波斯拜见礼仪以求晋见国王的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27.1

Θουκυδίδης μὲν οὖν καὶ Χάρων ὁ Λαμψακηνὸς ἱστοροῦσι τεθνηκότος Ξέρξου πρὸς τὸν υἱὸν αὐτοῦ τῷ Θεμιστοκλεῖ γενέσθαι τὴν ἔντευξιν· Ἔφορος δὲ καὶ Δείνων καὶ Κλείταρχος καὶ Ἡρακλείδης, ἔτι δʼ ἄλλοι πλείονες, πρὸς αὐτὸν ἀφικέσθαι τὸν Ξέρξην. τοῖς δὲ χρονικοῖς δοκεῖ μᾶλλον ὁ Θουκυδίδης συμφέρεσθαι, καίπερ οὐδʼ αὐτοῖς ἀτρέμα συνταττομένοις.1

修昔底德与拉普萨库斯的卡隆记载,薛西斯死后,地米斯托克利与其子进行了会面;而埃福罗斯、狄农、克雷塔库斯、赫拉克利德斯以及更多的其他人则记载,他是到达薛西斯本人身边的。然而,修昔底德似乎更符合历表年代学的记载,尽管这些纪年本身也并非完全毫无争议地一致。

§27.2

ὁ δʼ οὖν Θεμιστοκλῆς γενόμενος παρʼ αὐτὸ τὸ δεινὸν ἐντυγχάνει πρῶτον Ἀρταβάνῳ τῷ χιλιάρχῳ λέγων, Ἕλλην μὲν εἶναι, βούλεσθαι δʼ ἐντυχεῖν βασιλεῖ περὶ μεγίστων πραγμάτων καὶ πρὸς ἃ τυγχάνει μάλιστα σπουδάζων ἐκεῖνος. ὁ δέ φησιν· ὦ ξένε, νόμοι διαφέρουσιν ἀνθρώπων· ἄλλα δʼ ἄλλοις καλά· καλὸν δὲ πᾶσι τὰ οἰκεῖα κοσμεῖν καὶ σώζειν.

无论如何,地米斯托克利置身于险境的核心,首先会见了千夫长阿尔塔巴诺斯,声称自己是希腊人,但希望就至关重大的事务、也是国王最为热切关注的事情晋见国王。阿尔塔巴诺斯说道: “异邦人啊,人类的风俗各有不同;对不同的人而言,高尚之事各异;但对所有人来说,尊奉并维系本邦的传统乃是美德。

§27.3

ὑμᾶς μὲν οὖν ἐλευθερίαν μάλιστα θαυμάζειν καὶ ἰσότητα λόγος· ἡμῖν δὲ πολλῶν νόμων καὶ καλῶν ὄντων κάλλιστος οὗτός ἐστι, τιμᾶν βασιλέα, καὶ προσκυνεῖν ὡς εἰκόνα θεοῦ τοῦ τὰ πάντα σώζοντος. εἰ μὲν οὖν ἐπαινῶν τὰ ἡμέτερα προσκυνήσεις, ἔστι σοι καὶ θεάσασθαι βασιλέα καὶ προσειπεῖν· εἰ δʼ ἄλλο τι φρονεῖς, ἀγγέλοις ἑτέροις χρήσῃ πρὸς αὐτόν. βασιλεῖ γὰρ οὐ πάτριον ἀνδρὸς ἀκροᾶσθαι μὴ προσκυνήσαντος.

据传闻,你们最推崇的是自由与平等;而对于拥有诸多优良法度的我们而言,最卓越的一条便是:敬奉国王,并将其作为庇佑万物之神的化身而行屈膝俯伏之礼。因此,如果你认同我们的规矩并愿行俯伏礼,你便可瞻仰国王并向他进言;但若你有别的想法,你就只能借助其他信使向他转达。因为国王聆听未经俯伏之人的进言,并不合于祖制。”

§27.4

ταῦτα ὁ Θεμιστοκλῆς ἀκούσας λέγει πρὸς αὐτόν· ἀλλʼ ἔγωγε τὴν βασιλέως, ὦ Ἀρτάβανε, φήμην καὶ δύναμιν αὐξήσων ἀφῖγμαι, καὶ αὐτός τε πείσομαι τοῖς ὑμετέροις νόμοις, ἐπεὶ θεῷ τῷ μεγαλύνοντι Πέρσας οὕτω δοκεῖ, καὶ διʼ ἐμὲ πλείονες τῶν νῦν βασιλέα προσκυνήσουσιν. ὥστε τοῦτο μηδὲν ἐμποδὼν ἔστω τοῖς λόγοις, οὓς βούλομαι πρὸς ἐκεῖνον εἰπεῖν.

地米斯托克利听罢对他说道: “阿尔塔巴诺斯啊,我来正是为了增进国王的威名与力量,我自己亦将遵从你们的法度,因为使波斯人壮大的神祇正是如此意欲,且因我之故,向国王俯伏敬拜之人将比现今更多。因此,万勿让此事阻碍我向他陈述心声。”

§27.5

τίνα δʼ, εἶπεν ὁ Ἀρτάβανος, Ἑλλήνων ἀφῖχθαί σε φῶμεν; οὐ γὰρ ἰδιώτῃ τὴν γνώμην ἔοικας.2 καὶ ὁ Θεμιστοκλῆς· τοῦτʼ οὐκέτʼ ἄν, ἔφη, πύθοιτό τις, Ἀρτάβανε, πρότερος βασιλέως.3 οὕτω μὲν ὁ Φανίας φησίν. ὁ δʼ Ἐρατοσθένης ἐν τοῖς Περὶ πλούτου προσιστόρησε, διὰ γυναικὸς Ἐρετρικῆς, ἣν ὁ χιλίαρχος εἶχε, τῷ Θεμιστοκλεῖ τὴν πρὸς αὐτὸν ἔντευξιν γενέσθαι καὶ σύστασιν.

阿尔塔巴诺斯便问:“那么,我们要通报说抵达的是希腊人中的哪一位呢?因为从见识来看,你绝非平庸之辈。” 地米斯托克利答道:“阿尔塔巴诺斯啊,在国王之前,任何人都不应再知晓此事了。” 法尼亚斯是如此记述的。然而埃拉托色尼在《论财富》中补充记载,地米斯托克利是经由千夫长所蓄养的一名厄勒特里亚女子,才得以与其会面并获得引荐的。

语法注3 条
  1. 27.1τοῖς δὲ χρονικοῖς δοκεῖ μᾶλλον ὁ Θουκυδίδης συμφέρεσθαι, καίπερ οὐδʼ αὐτοῖς ἀτρέμα συνταττομένοις.

    τοῖς χρονικοῖς 为与格,受动词 συμφέρεσθαι(与……相符)支配。其后的 καίπερ οὐδʼ αὐτοῖς ἀτρέμα συνταττομένοις 是与 τοῖς χρονικοῖς 性数格一致的让步性分词短语。副词 ἀτρέμα 意为“平稳地、完全地”,表明年代记本身彼此之间也并非完全毫无争议地协调一致。

  2. 27.5οὐ γὰρ ἰδιώτῃ τὴν γνώμην ἔοικας.

    ἰδιώτῃ 为动词 ἔοικας(如同、相似)所要求的与格,意为“平民、常人”。τὴν γνώμην 是限定宾格(关系的宾格),意为“在见识/心智上”。

  3. 27.5τοῦτʼ οὐκέτʼ ἄν, ἔφη, πύθοιτό τις, Ἀρτάβανε, πρότερος βασιλέως.

    ἄν 连用祈愿式 πύθοιτο 表示潜能(“无人能探知”)。主语补足语形容词 πρότερος 与主语 τις 一致并起副词性作用,支配比较属格 βασιλέως(“先于国王”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:27.1-27.5