← 普鲁塔克

地米斯托克利传

§26.1-26.4

隐匿于尼克格内斯家与潜赴波斯

地米斯托克利抵达客墨后躲避追捕,藏匿于埃盖的尼克格内斯家中;在得遇吉兆梦境后,他被藏进一辆严密封闭的妇人马车运往波斯内地。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

ἐπεὶ δὲ κατέπλευσεν εἰς Κύμην καὶ πολλοὺς ᾔσθετο τῶν ἐπὶ θαλάττῃ παραφυλάττοντας αὐτὸν λαβεῖν, μάλιστα δὲ τοὺς περὶ Ἐργοτέλη καὶ Πυθόδωρον (ἦν γὰρ ἡ θήρα λυσιτελὴς τοῖς τὸ κερδαίνειν ἀπὸ παντὸς ἀγαπῶσι, διακοσίων ἐπικεκηρυγμένων αὐτῷ ταλάντων ὑπὸ τοῦ βασιλέως), ἔφυγεν εἰς Αἰγάς, Αἰολικὸν πολισμάτιον, ὑπὸ πάντων ἀγνοούμενος πλὴν τοῦ ξένου Νικογένους, ὃς Αἰολέων πλείστην οὐσίαν ἐκέκτητο καὶ τοῖς ἄνω δυνατοῖς γνώριμος ὑπῆρχε.

当他驶入客墨,发觉沿海一带许多人都在窥伺着要逮捕他,尤其是厄耳戈特勒斯与皮托多罗斯一伙人(因为国王悬赏二百塔兰同缉拿他,对于那些乐于通过任何手段谋利的人而言,这场围捕利润丰厚),他便逃往埃奥利斯的小城镇埃盖,除他的东道主尼克格内斯之外不为任何人所知;此人拥有埃奥利斯人中最多的财富,且与内地有权势者结识。

§26.2

παρὰ τούτῳ κρυπτόμενος ἡμέρας ὀλίγας διέτριψεν· εἶτα μετὰ τὸ δεῖπνον ἐκ θυσίας τινος Ὄλβιος ὁ τῶν τέκνων τοῦ Νικογένους παιδαγωγὸς ἔκφρων γενόμενος καὶ θεοφόρητος ἀνεφώνησεν ἐν μέτρῳ ταυτί· "νυκτὶ φωνήν, νυκτὶ βουλήν, νυκτὶ τὴν νίκην δίδου." Καὶ μετὰ ταῦτα κοιμηθεὶς ὁ Θεμιστοκλῆς ὄναρ ἔδοξεν ἰδεῖν δράκοντα κατὰ τῆς γαστρὸς αὐτοῦ περιελιττόμενον καὶ προσανέρποντα τῷ τραχήλῳ· γενόμενον δʼ ἀετόν, ὡς ἥψατο τοῦ προσώπου, περιβαλόντα τὰς πτέρυγας ἐξᾶραι καὶ κομίζειν πολλὴν ὁδόν, εἶτα χρυσοῦ τινὸς κηρυκείου φανέντος, ἐπὶ τούτου στῆσαι βεβαίως αὐτὸν ἀμηχάνου δείματος καὶ ταραχῆς ἀπαλλαγέντα.1 πέμπεται δʼ οὖν ὑπὸ τοῦ Νικογένους μηχανησαμένου τι τοιόνδε. τοῦ βαρβαρικοῦ γένους τὸ πολὺ καὶ μάλιστα τὸ Περσικὸν εἰς ζηλοτυπίαν τὴν περὶ τὰς γυναῖκας ἄγριον φύσει καὶ χαλεπόν ἐστιν.

他藏匿在此人家中度过了几天;随后在一次祭祀后的晚餐后,尼克格内斯诸子的助学侍从奥尔比奥斯神志失常、受神附体,押着韵律高声唱道: “赋予黑夜以声音,赋予黑夜以商议,赋予黑夜以胜利。” 在此之后,地米斯托克利入睡,在梦中仿佛看见一条蛇盘绕在自己的腹部,并向上爬向颈项;当它触及他的面部时,化作了一只鹰,用双翼裹住他,将他高高抓起并带向遥远的路途,随后出现了一根金色的传令官之杖,鹰将他稳固地置于其上,使他摆脱了无可奈何的恐惧与惊扰。无论如何,他是由尼克格内斯筹划了如下计谋后送走的。蛮族的大多数,尤其是波斯人,在对待女人的嫉妒心上生来便野蛮而苛刻。

§26.4

οὐ γὰρ μόνον τὰς γαμετάς, ἀλλὰ καὶ τὰς ἀργυρωνήτους καὶ παλλακευομένας ἰσχυρῶς παραφυλάττουσιν, ὡς ὑπὸ μηδενὸς ὁρᾶσθαι τῶν ἐκτός, ἀλλʼ οἴκοι μὲν διαιτᾶσθαι κατακεκλεισμένας, ἐν δὲ ταῖς ὁδοιπορίαις ὑπὸ σκηνὰς κύκλῳ περιπεφραγμένας ἐπὶ τῶν ἁρμαμαξῶν ὀχεῖσθαι τοιαύτης τῷ Θεμιστοκλεῖ κατασκευασθείσης ἀπήνης καταδὺς ἐκομίζετο, τῶν περὶ αὐτὸν ἀεὶ τοῖς ἐντυγχάνουσι καὶ πυνθανομένοις λεγόντων, ὅτι γύναιον Ἑλληνικὸν ἄγουσιν ἀπʼ Ἰωνίας πρός τινα τῶν ἐπὶ θύραις βασιλέως.2

因为他们不仅严格看守明媒正娶的妻子,甚至对买来的女奴和侍妾也严加防范,使她们不为外界任何人所见,而是被关在房内度日,在旅途中则坐在四周严密遮蔽的帐幕下的马车里乘行。为地米斯托克利备好这样一辆车后,他便藏身其中被运送前行,随从们对路上相遇并打听的人一概宣称,他们正从爱奥尼亚护送一名年轻的希腊女子前往国王某位宫廷近臣处。

语法注2 条
  1. 26.3γενόμενον δʼ ἀετόν, ὡς ἥψατο τοῦ προσώπου, περιβαλόντα τὰς πτέρυγας ἐξᾶραι καὶ κομίζειν πολλὴν ὁδόν, εἶτα χρυσοῦ τινὸς κηρυκείου φανέντος, ἐπὶ τούτου στῆσαι βεβαίως αὐτὸν ἀμηχάνου δείματος καὶ ταραχῆς ἀπαλλαγέντα.

    此句为承接上文 ἔδοξεν ἰδεῖν(他仿佛看见)的带不定式的宾格结构。不定式 ἐξᾶραι、κομίζειν 和 στῆσαι 的逻辑主语是变成鹰的物象,即宾格分词 γενόμενον ἀετόν 和 περιβαλόντα;而 στῆσαι 的宾语是指代地米斯托克利本人的 αὐτὸν,其后与之同格修饰的分词为 ἀπαλλαγέντα。整个句式的核心是变成鹰的蛇(分词主语)将地米斯托克利(宾语)抱起并置于权杖之上。

  2. 26.4τῶν ἐπὶ θύραις βασιλέως

    介词短语 ἐπὶ θύραις(在门户前)与冠词 τῶν 连用,是波斯宫廷体制的专门用语,字面意为“在王之门前的人”,代指波斯宫廷的高官、权贵或朝臣近侍。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:26.1-26.4