← 普鲁塔克

地米斯托克利传

§25.1-25.3

流亡亚细亚与被没收的财产

普鲁塔克驳斥了斯忒辛布罗托斯说法的不合理性,并引证泰奥弗拉斯托斯与修昔底德的记述,阐明地米斯托克利逃亡亚细亚的经过及其被查抄财产的数额。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25.1

ταῦτα δʼ οὐκ εἰκός ἐστιν οὕτω γενέσθαι. Θεόφραστος γὰρ ἐν τοῖς Περὶ βασιλείας ἱστορεῖ τὸν Θεμιστοκλέα πέμψαντος εἰς Ὀλυμπίαν Ἱέρωνος ἵππους ἀγωνιστὰς καὶ σκηνήν τινα κατεσκευασμένην πολυτελῶς στήσαντος, εἰπεῖν ἐν τοῖς Ἕλλησι λόγον, ὡς χρὴ τὴν σκηνὴν διαρπάσαι τοῦ τυράννου καὶ κωλῦσαι τοὺς ἵππους ἀγωνίσασθαι.

但这些事不太可能是这样发生的。因为泰奥弗拉斯托斯在《论王权》中记载,当希埃隆派遣参赛的赛马前往奥林匹亚并搭建了一座装饰华丽的帐篷时,地米斯托克利在希腊人中发表言论,声称应当劫掠僭主的帐篷,并阻止那些马匹参赛。

§25.2

Θουκυδίδης δέ φησι καὶ πλεῦσαι αὐτὸν ἐπὶ τὴν ἑτέραν καταβάντα θάλασσαν ἀπὸ Πύδνης, οὐδενὸς εἰδότος ὅστις εἴη τῶν πλεόντων, μέχρι οὗ πνεύματι τῆς ὁλκάδος εἰς Νάξον καταφερομένης ὑπὸ Ἀθηναίων πολιορκουμένην τότε φοβηθεὶς ἀναδείξειεν ἑαυτὸν τῷ τε ναυκλήρῳ καὶ τῷ κυβερνήτῃ, καὶ τὰ μὲν δεόμενος, τὰ δʼ ἀπειλῶν καὶ λέγων, ὅτι κατηγορήσοι καὶ καταψεύσοιτο πρὸς τοὺς Ἀθηναίους, ὡς οὐκ ἀγνοοῦντες, ἀλλὰ χρήμασι πεισθέντες ἐξ ἀρχῆς, ἀναλάβοιεν αὐτόν,1 οὕτως ἀναγκάσειε2 παραπλεῦσαι καὶ λαβέσθαι τῆς Ἀσίας.

而修昔底德则说,他从皮德纳下到另一片海域乘船出航,同舟之人谁也不知道他是谁;直到货船在风力吹送下漂向当时正被雅典人包围的纳克索斯岛,他惊恐之下才向船主和舵手表明身份,一面恳求,一面威胁,扬言要向雅典人控告并诬陷他们,指控他们并非不知情,而是一开始就受了金钱收买才接纳他上船,以此迫使他们驶过该岛并抵达亚细亚。

§25.3

τῶν δὲ χρημάτων αὐτῷ πολλὰ μὲν ὑπεκκλαπέντα διὰ τῶν φίλων εἰς Ἀσίαν ἔπλει· τῶν δὲ φανερῶν γενομένων καὶ συναχθέντων εἰς τὸ δημόσιον3 Θεόπομπος μὲν ἑκατὸν τάλαντα, Θεόφραστος δὲ ὀγδοήκοντά φησι γενέσθαι τὸ πλῆθος, οὐδὲ τριῶν ἄξια ταλάντων κεκτημένου τοῦ Θεμιστοκλέους πρὶν ἅπτεσθαι τῆς πολιτείας.

关于他的财产,许多由朋友们秘密转移到了亚细亚;至于那些被查出并充公的财产,泰奥彭波斯说总数达到一百塔兰同,泰奥弗拉斯托斯则说有八十塔兰同,尽管地米斯托克利在涉足城邦政事之前,所拥有的财产价值还不到三塔兰同。

语法注3 条
  1. 25.2ὡς οὐκ ἀγνοοῦντες, ἀλλὰ χρήμασι πεισθέντες ἐξ ἀρχῆς, ἀναλάβοιεν αὐτόν

    该从句具体说明了地米斯托克利所威胁要控告的内容(承接 κατηγορήσοι καὶ καταψεύσοιτο)。主格复数分词 οὐκ ἀγνοοῦντες, ἀλλὰ χρήμασι πεισθέντες 与祈愿式动词 ἀναλάβοιεν 的未明示主语(指船主与舵手)保持一致,祈愿式动词则用于表达间接引语中控告的主观内容。

  2. 25.2μέχρι οὗ πνεύματι τῆς ὁλκάδος εἰς Νάξον καταφερομένης ὑπὸ Ἀθηναίων πολιορκουμένην τότε φοβηθεὶς ἀναδείξειεν ἑαυτὸν τῷ τε ναυκλήρῳ καὶ τῷ κυβερνήτῃ, καὶ τὰ μὲν δεόμενος, τὰ δʼ ἀπειλῶν καὶ λέγων, ὅτι κατηγορήσοι καὶ καταψεύσοιτο πρὸς τοὺς Ἀθηναίους, ὡς οὐκ ἀγνοοῦντες, ἀλλὰ χρήμασι πεισθέντες ἐξ ἀρχῆς, ἀναλάβοιεν αὐτόν, οὕτως ἀναγκάσειε

    在受 φησι 支配的过去时不定式 πλεῦσαι 所领起的间接引语中,由时间连词 μέχρι οὗ(直到……)共同引导的从句动词 ἀναδείξειεν 及与之并列的动词 ἀναγκάσειε 均采用了斜格祈愿式,用以转述历史叙事中的过去事实。

  3. 25.3τῶν δὲ φανερῶν γενομένων καὶ συναχθέντων εἰς τὸ δημόσιον

    此处为部分属格,与前句中的 πολλὰ μὲν [τῶν χρημάτων] 形成对仗,并受后文名词 τὸ πλῆθος(总额)支配,整句意为“在那些被查出并收入国库的财产中,其数额是……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:25.1-25.3