- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:24.1-24.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
地米斯托克利经由客基拉逃往伊庇鲁斯,手抱幼子向曾与自己有隙的摩罗西亚国王阿德墨托斯求庇。文中亦记述了因偷送其家眷而遭处决的厄庇克拉忒斯,并对斯忒辛布罗托斯关于其求婚于叙拉古僭主的记载提出质疑。
προαισθόμενος δʼ ἐκεῖνος εἰς Κέρκυραν διεπέρασεν, οὔσης αὐτῷ πρὸς τὴν πόλιν εὐεργεσίας. γενόμενος γὰρ αὐτῶν κριτὴς πρὸς Κορινθίους ἐχόντων διαφοράν, ἔλυσε τὴν ἔχθραν εἴκοσι τάλαντα κρίνας τοὺς Κορινθίους καταβαλεῖν καὶ Λευκάδα κοινῇ νέμειν ἀμφοτέρων ἄποικον. ἐκεῖθεν δʼ εἰς Ἤπειρον ἔφυγε· καὶ διωκόμενος ὑπὸ τῶν Ἀθηναίων καὶ τῶν Λακεδαιμονίων ἔρριψεν αὑτὸν εἰς ἐλπίδας χαλεπὰς καὶ ἀπόρους καταφυγὼν πρὸς Ἄδμητον, ὃς βασιλεὺς μὲν ἦν Μολοττῶν, δεηθεὶς δέ τι τῶν Ἀθηναίων καὶ προπηλακισθεὶς ὑπὸ τοῦ Θεμιστοκλέους, ὅτʼ ἤκμαζεν ἐν τῇ πολιτείᾳ, διʼ ὀργῆς εἶχεν αὐτὸν ἀεὶ καὶ δῆλος ἦν, εἰ λάβοι, τιμωρησόμενος.1 ἐν δὲ τῇ τότε τύχῃ μᾶλλον ὁ Θεμιστοκλῆς φοβηθεὶς συγγενῆ καὶ πρόσφατον φθόνον ὀργῆς παλαιᾶς καὶ βασιλικῆς, ταύτῃ φέρων ὑπέθηκεν ἑαυτόν,2 ἱκέτης τοῦ Ἀδμήτου καταστὰς ἴδιόν τινα καὶ παρηλλαγμένον τρόπον.
然而地米斯托克利预先察觉此事,便渡海前往客基拉,因为他曾对该城邦施有恩惠。原来在他们与科林斯人发生争端时,他曾充当仲裁者,裁决科林斯人赔付二十塔兰同,并共同管理作为双方殖民地的莱夫卡斯,以此消解了敌意。从那里他又逃往伊庇鲁斯;在受到雅典人和拉刻代蒙人的双重追捕之下,他逃奔摩罗西亚人的国王阿德墨托斯处,使自己陷入艰难而凶险的企望之中。这位国王曾对雅典人有所恳求,却在昔日地米斯托克利于城邦权倾一时之际遭到他的侮辱,因此始终对他心怀愤恨,显然一旦抓住他就定会实施报复。但在当时的情势下,地米斯托克利惧怕同胞切近的新近嫉妒,甚于惧怕古老而王者的怒火,于是毅然将自身托付于这股怒气,以一种独特而不同寻常的方式成为了阿德墨托斯的求庇者。
ἔχων γὰρ αὐτοῦ τὸν υἱὸν ὄντα παῖδα πρὸς τὴν ἑστίαν προσέπεσε, ταύτην μεγίστην καὶ μόνην σχεδὸν ἀναντίρρητον ἡγουμένων ἱκεσίαν τῶν Μολοσσῶν. ἔνιοι μὲν οὖν Φθίαν τὴν γυναῖκα τοῦ βασιλέως λέγουσιν ὑποθέσθαι τῷ Θεμιστοκλεῖ τὸ ἱκέτευμα τοῦτο καὶ τὸν υἱὸν ἐπὶ τὴν ἑστίαν καθίσαι μετʼ αὐτοῦ· τινὲς δʼ αὐτὸν τὸν Ἄδμητον, ὡς ἀφοσιώσαιτο πρὸς τοὺς διώκοντας τὴν ἀνάγκην, διʼ ἣν οὐκ ἐκδίδωσι τὸν ἄνδρα,3 διαθεῖναι καὶ συντραγῳδῆσαι τὴν ἱκεσίαν.
因为他怀抱着国王幼小的儿子,俯伏在壁炉前,而摩罗西亚人认为这是最重大、且几乎是唯一不可违抗的祈求方式。因此有人说,是王后普提亚向地米斯托克利建议了这种祈求方式,并让儿子与他一同坐在炉边;另有人则说,是阿德墨托斯自己策划并配合表演了这场祈求仪式,以便在追捕者面前推脱,借口这种宗教禁忌的约束而无法交出此人。
ἐκεῖ δʼ αὐτῷ τὴν γυναῖκα καὶ τοὺς παῖδας ἐκκλέψας ἐκ τῶν Ἀθηνῶν Ἐπικράτης ὁ Ἀχαρνεὺς ἀπέστειλεν· ὃν ἐπὶ τούτῳ Κίμων ὕστερον κρίνας ἐθανάτωσεν, ὡς ἱστορεῖ Στησίμβροτος. εἶτʼ οὐκ οἶδʼ ὅπως ἐπιλαθόμενος τούτων ἢ τὸν Θεμιστοκλέα ποιῶν ἐπιλαθόμενον πλεῦσαί φησιν4 εἰς Σικελίαν καὶ παρʼ Ἱέρωνος αἰτεῖν τοῦ τυράννου τὴν θυγατέρα πρὸς γάμον, ὑπισχνούμενον αὐτῷ τοὺς Ἕλληνας ὑπηκόους ποιήσειν· ἀποτριψαμένου δὲ τοῦ Ἱέρωνος, οὕτως εἰς τὴν Ἀσίαν ἀπᾶραι.
在那里,阿哈耳奈区的厄庇克拉忒斯将他的妻子和儿女偷偷带出雅典送交给他;斯忒辛布罗托斯记载,喀蒙后来因此事审判厄庇克拉忒斯并处死了他。随后,不知为何,斯忒辛布罗托斯或是自己忘了此事,或是让地米斯托克利忘记了此事,竟声称他航行到西西里,向僭主希埃隆求娶其女,并许诺将使希腊人臣服于他;而当希埃隆拒绝之后,他才由此启程前往亚细亚。
- 24.2δῆλος ἦν, εἰ λάβοι, τιμωρησόμενος
属人结构 δῆλός εἰμι 搭配将来分词 τιμωρησόμενος(“显然若能抓获必会报复”)。条件从句 εἰ λάβοι(祈愿语气)是从阿德墨托斯过去的心理状态出发、在历史时态序列中对将来条件的转述。
- 24.2ταύτῃ φέρων ὑπέθηκεν ἑαυτόν
指示代词 ταύτῃ 指代前文的阴性短语 ὀργῆς παλαιᾶς καὶ βασιλικῆς(王者的宿怨)。分词 φέρων 与主动词 ὑπέθηκεν 连用,具有惯用色彩,表达果断、毅然或冒险的动作意味(“毅然将自身委身于……”)。
- 24.3ὡς ἀφοσιώσαιτο πρὸς τοὺς διώκοντας τὴν ἀνάγκην, διʼ ἣν οὐκ ἐκδίδωσι τὸν ἄνδρα
连词 ὡς 引导目的从句,接历史时态序列中的祈愿语气 ἀφοσιώσαιτο。动词 ἀφοσιόομαι 搭配宾语 τὴν ἀνάγκην,意指借助履行宗教义务以在追捕者面前推脱责任。关系从句中的现在时 ἐκδίδωσι 具有生动现在的色彩,凸显不可交出受庇者的强制性宗教规约。
- 24.4εἶτʼ οὐκ οἶδʼ ὅπως ἐπιλαθόμενος τούτων ἢ τὸν Θεμιστοκλέα ποιῶν ἐπιλαθόμενον πλεῦσαί φησιν
主句谓语为 φησιν,主语承接前句的历史学家斯忒辛布罗托斯。分词 ἐπιλαθόμενος(自己忘记)与 ποιῶν(让地米斯托克利忘记)在主格上与该主语一致。不定式 πλεῦσαι、αἰτεῖν 及随后的 ἀπᾶραι 均由 φησιν 支配构成间接引语,其逻辑主语(宾格的地米斯托克利)按上下文省略。
