← 普鲁塔克

地米斯托克利传

§23.1-23.4

鲍萨尼亚斯的叛乱与地米斯托克利遭指控

流亡阿尔戈斯的地米斯托克利因鲍萨尼亚斯密谋败露而受牵连遭控叛国;虽致信自辩,雅典民众仍派人前去逮捕他以受审。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.1

ἐκπεσόντος δὲ τῆς πόλεως αὐτοῦ καὶ διατρίβοντος ἐν Ἄργει τὰ περὶ Παυσανίαν συμπεσόντα κατʼ ἐκείνου παρέσχε τοῖς ἐχθροῖς ἀφορμάς. ὁ δὲ γραψάμενος αὐτὸν προδοσίας1 Λεωβώτης ἦν ὁ Ἀλκμαίωνος Ἀγραυλῆθεν, ἅμα συνεπαιτιωμένων τῶν Σπαρτιατῶν. ὁ γὰρ Παυσανίας πράττων ἐκεῖνα δὴ τὰ περὶ τὴν προδοσίαν πρότερον μὲν ἀπεκρύπτετο τὸν Θεμιστοκλέα, καίπερ ὄντα φίλον· ὡς δʼ εἶδεν ἐκπεπτωκότα τῆς πολιτείας καὶ φέροντα χαλεπῶς ἐθάρσησεν ἐπὶ τὴν κοινωνίαν τῶν πραττομένων παρακαλεῖν, γράμματα τοῦ βασιλέως ἐπιδεικνύμενος αὐτῷ καὶ παροξύνων ἐπὶ τοὺς Ἕλληνας ὡς πονηροὺς καὶ ἀχαρίστους. ὁ δὲ τὴν μὲν δέησιν ἀπετρίψατο τοῦ Παυσανίου καὶ τὴν κοινωνίαν ὅλως ἀπείπατο, πρὸς οὐδένα δὲ τοὺς λόγους ἐξήνεγκεν οὐδὲ κατεμήνυσε τὴν πρᾶξιν, εἴτε παύσεσθαι προσδοκῶν αὐτόν, εἴτʼ ἄλλως καταφανῆ γενήσεσθαι σὺν οὐδενὶ λογισμῷ πραγμάτων ἀτόπων καὶ παραβόλων ὀρεγόμενον.

在他被逐出城邦、寓居阿耳戈斯期间,鲍萨尼亚斯身上发生的事变向他的政敌提供了攻击他的口实。以叛国罪起诉他的是阿格劳勒区的阿尔克迈翁之子勒奥博特斯,斯巴达人亦同时附议指控。因为鲍萨尼亚斯在策划那起叛国行动时,起初瞒着地米斯托克利,尽管两人本是朋友;但当他看到地米斯托克利已被放逐出国家政体且对此愤愤不平,便胆敢邀请他一同参与该项密谋,向他出示波斯国王的信件,并指责希腊人邪恶且忘恩负义以激怒他。然而地米斯托克利回绝了鲍萨尼亚斯的请求,断然拒绝入伙,但他也并未向任何人泄露这番谈话,亦未揭发该阴谋,或者是因为期望他会收手,或者是因为料定他全凭盲动妄图染指乖常而凶险之事,早晚自会败露。

§23.3

οὕτω δὴ τοῦ Παυσανίου θανατωθέντος ἐπιστολαί τινες ἀνευρεθεῖσαι καὶ γράμματα περὶ τούτων εἰς ὑποψίαν ἐνέβαλον τὸν Θεμιστοκλέα· καὶ κατεβόων μὲν αὐτοῦ Λακεδαιμόνιοι, κατηγόρουν δʼ οἱ φθονοῦντες τῶν πολιτῶν, οὐ παρόντος, ἀλλὰ διὰ γραμμάτων ἀπολογουμένου μάλιστα ταῖς προτέραις κατηγορίαις.2

就这样,鲍萨尼亚斯被处死后,搜出的一些关于这些事件的书信和公文使地米斯托克利深陷嫌疑之中;拉刻代蒙人对他大加痛斥,市民中那些心怀妒忌者亦控告他,当时他并不在场,主要通过信件针对先前的指控进行抗辩。

§23.4

διαβαλλόμενος γὰρ ὑπὸ τῶν ἐχθρῶν πρὸς τοὺς πολίτας ἔγραφεν, ὡς ἄρχειν μὲν ἀεὶ ζητῶν, ἄρχεσθαι δὲ μὴ πεφυκὼς μηδὲ βουλόμενος, οὐκ ἄν ποτε βαρβάροις αὑτὸν οὐδὲ πολεμίοις ἀποδόσθαι3 μετὰ τῆς Ἑλλάδος. οὐ μὴν ἀλλὰ συμπεισθεὶς ὑπὸ τῶν κατηγορούντων ὁ δῆμος ἔπεμψεν ἄνδρας, οἷς εἴρητο συλλαμβάνειν καὶ ἀνάγειν4 αὐτὸν κριθησόμενον ἐν τοῖς Ἕλλησιν.

因为他在受到政敌中伤时曾致信市民,声称自己向来渴望统治,生来既不能也不愿受人统治,因而绝不可能与希腊一同把自己出卖给蛮族与敌人。尽管如此,民众听信了控告者的话,派出了人手,这些人受命将他逮捕并带回在希腊人面前接受审判。

语法注4 条
  1. 23.1ὁ δὲ γραψάμενος αὐτὸν προδοσίας

    中间态动词 γράφομαί τινα 为古希腊公诉之专门用语,罪名以属格 προδοσίας(罪名/起诉属格)表示,意为“因叛国罪起诉他的人”。

  2. 23.3ἀπολογουμένου μάλιστα ταῖς προτέραις κατηγορίαις

    与格 ταῖς προτέραις κατηγορίαις 附属于动词 ἀπολογέομαι,表示抗辩所针对的客体(“主要针对先前的指控进行抗辩”),而非手段与格。

  3. 23.4ὡς ἄρχειν μὲν ἀεὶ ζητῶν, ἄρχεσθαι δὲ μὴ πεφυκὼς μηδὲ βουλόμενος, οὐκ ἄν ποτε βαρβάροις αὑτὸν οὐδὲ πολεμίοις ἀποδόσθαι

    这是由 ἔγραφεν 引出的间接引语从句。连接词 ὡς 之后非常规地使用了不定式加 ἄν(ἀποδόσθαι ἄν)而非直陈式(即 ὡς 从句与带不定式句式的混合结构)。分词 ζητῶν 与 πεφυκὼς μηδὲ βουλόμενος 均为主格,与不定式之逻辑主语(作者地米斯托克利本人)相一致。ἄν 加不定式表示潜在或与事实相反之断定:“他决不会出卖自己”。

  4. 23.4οἷς εἴρητο συλλαμβάνειν καὶ ἀνάγειν

    关系代词 οἷς 为与格,受完成时被动态无人称结构 εἴρητο 支配,意为“被命令去逮捕并带回(他)的那些人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:23.1-23.4