- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:22.1-22.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
地米斯托克利因屡屡夸耀自身功绩以及建立“善谋女神”圣所而激起民众怨恨,最终在维护民主平等的名义下遭到了陶片放逐。
ἤδη δὲ καὶ τῶν πολιτῶν διὰ τὸ φθονεῖν ἡδέως τὰς διαβολὰς προσιεμένων ἠναγκάζετο λυπηρὸς εἶναι τῶν αὑτοῦ πράξεων πολλάκις ἐν τῷ δήμῳ μνημονεύων· καὶ πρὸς τοὺς δυσχεραίνοντας τί κοπιᾶτε, εἶπεν, ὑπὸ τῶν αὐτῶν πολλάκις εὖ πάσχοντες; ἠνίασε δὲ τοὺς πολλοὺς καὶ τὸ τῆς Ἀρτέμιδος ἱερὸν εἱσάμενος,1 ἣν Ἀριστοβούλην μὲν προσηγόρευσεν, ὡς ἄριστα τῇ πόλει καὶ τοῖς Ἕλλησι βουλευσάμενος, πλησίον δὲ τῆς οἰκίας κατεσκεύασεν ἐν Μελίτῃ τὸ ἱερὸν, οὗ νῦν τὰ σώματα τῶν θανατουμένων οἱ δήμιοι προβάλλουσι καὶ τὰ ἱμάτια καὶ τοὺς βρόχους τῶν ἀπαγχομένων καὶ καθαιρεθέντων ἐκφέρουσιν. ἔκειτο δὲ καὶ τοῦ Θεμιστοκλέους εἰκόνιον ἐν τῷ ναῷ τῆς Ἀριστοβούλης ἔτι καθʼ ἡμᾶς· καὶ φαίνεταί τις οὐ τὴν ψυχὴν μόνον, ἀλλὰ καὶ τὴν ὄψιν ἡρωϊκὸς γενόμενος.
况且,由于市民们出于嫉妒已乐于听信谗言,他被迫在公民大会上屡次提及自己的功绩,因而变得令人厌烦;他对那些面露愠色的人说道: “你们为何厌倦 屡次从同一些人那里得到恩惠呢?” 他还因建立阿耳忒弥斯的圣所而激怒了大众。他称这位女神为“阿里斯托布勒”(善谋者),因他曾向城邦和希腊人献出最上乘的谋略;他在墨利忒靠近自己住宅的地方建造了这座圣所,而如今行刑手正是将受死刑者的尸体抛弃于此,并将自缢而被解下者的衣服和绳索运送至此。在我们这个时代,阿里斯托布勒的神庙中仍立着一尊地米斯托克利的小雕像;他显得不仅在心性上,而且在容貌上也确是一位英雄般的人物。
τὸν μὲν οὖν ἐξοστρακισμὸν ἐποιήσαντο κατʼ αὐτοῦ κολούοντες τὸ ἀξίωμα καὶ τὴν ὑπεροχήν, ὥσπερ εἰώθεσαν ἐπὶ πάντων, οὓς ᾤοντο τῇ δυνάμει βαρεῖς καὶ πρὸς ἰσότητα δημοκρατικὴν ἀσυμμέτρους εἶναι. κόλασις γὰρ οὐκ ἦν ὁ ἐξοστρακισμός, ἀλλὰ παραμυθία φθόνου καὶ κουφισμὸς ἡδομένου2 τῷ ταπεινοῦν τοὺς ὑπερέχοντας καὶ τὴν δυσμένειαν εἰς ταύτην τὴν ἀτιμίαν ἀποπνέοντος.
于是他们对他实行了陶片放逐法,削夺他的威望与显赫地位,正如他们惯常对待所有他们认为因权势而成为重负、且与民主平等不相称的人那样。因为陶片放逐并非惩罚,而是嫉妒的抚慰与解脱,嫉妒以贬抑卓越之人为乐,并将怨毒倾泄于这等羞辱之中。
- 22.1ἠνίασε δὲ τοὺς πολλοὺς καὶ τὸ τῆς Ἀρτέμιδος ἱερὸν εἱσάμενος
副词 καὶ 修饰分词短语,意为“也因……”。主格不定过去时分词 εἱσάμενος 与主动词 ἠνίασε 的主语(地米斯托克利)在性、数、格上一致,表示触怒民众的原因或手段。注意 τὸ τῆς Ἀρτέμιδος ἱερὸν 是分词 εἱσάμενος 的直接宾语,而非主动词 ἠνίασε 的主语。
- 22.3παραμυθία φθόνου καὶ κουφισμὸς ἡδομένου
分词 ἡδομένου 为阳性单数属格,在语法上与抽象名词 φθόνου(嫉妒)一致。在此处,“嫉妒”被拟人化,被视为主动以贬抑卓越者(τῷ ταπεινοῦν)为乐并喷吐其怨毒的感性主体。
