← 普鲁塔克

地米斯托克利传

§21.1-21.5

搜刮盟岛钱财与诗人提摩克利昂的讽刺

本段记述地米斯托克利在各岛屿搜刮钱财而遭盟友厌恶的逸事,并引述了罗得岛诗人提摩克利昂针对他的辛辣讽刺诗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.1

ἦν δὲ καὶ τοῖς συμμάχοις ἐπαχθὴς περιπλέων τε τὰς νήσους καὶ χρηματιζόμενος ἀπʼ αὐτῶν· οἷα καὶ πρὸς Ἀνδρίους ἀργύριον αἰτοῦντά φησιν αὐτὸν Ἡρόδοτος εἰπεῖν τε καὶ ἀκοῦσαι. δύο γὰρ ἥκειν ἔφη θεοὺς κομίζων, Πειθὼ καὶ Βίαν· οἱ δʼ ἔφασαν εἶναι καὶ παρʼ αὐτοῖς θεοὺς μεγάλους δύο, Πενίαν καὶ Ἀπορίαν, ὑφʼ ὧν κωλύεσθαι δοῦναι χρήματα ἐκείνῳ.

他巡航各岛屿并向他们索取钱财,也令同盟各邦深感厌烦;正如希罗多德所记载的,他在向安德罗斯人要钱时说过并听到了这样的话。因为他说自己带来了两位神明,即“说服”与“强迫”;而安德罗斯人回答说,他们这里也有两位大神,即“贫穷”与“无助”,正是这两位神明阻止了他们给他钱财。

§21.2

Τιμοκρέων δʼ ὁ Ῥόδιος μελοποιὸς ἐν ᾄσματι καθάπτεται πικρότερον τοῦ Θεμιστοκλέους, ὡς ἄλλους μὲν ἐπὶ χρήμασι φυγάδας διαπραξαμένου κατελθεῖν, αὐτὸν δὲ ξένον ὄντα καὶ φίλον προεμένου διʼ ἀργύριον. λέγει δʼ οὕτως· "ἀλλʼ εἰ τύγε Παυσανίαν ἢ καὶ τύγε Ξάνθιππον αἰνεῖς ἢ τύγε Λευτυχίδαν, ἐγὼ δʼ Ἀριστείδαν ἐπαινέω ἄνδρʼ ἱερᾶν ἀπʼ Ἀθανᾶν ἐλθεῖν ἕνα λῷστον·1 ἐπεὶ Θεμιστοκλῆ ἤχθαρε Λατώ," " ψεύσταν, ἄδικον, προδόταν, ὃς Τιμοκρέοντα ξεῖνον ἐόντʼ ἀργυρίοις σκυβαλικτοῖσι πεισθεὶς οὐ κατᾶγεν εἰς πάτραν Ἰαλυσόν, λαβὼν δὲ τρίʼ ἀργυρίου τάλαντʼ ἔβα πλέων εἰς ὄλεθρον, τοὺς μὲν κατάγων ἀδίκως, τοὺς δʼ ἐκδιώκων, τοὺς δὲ καίνων, ἀργυρίων ὑπόπλεως, Ἰσθμοῖ δʼ ἐπανδόκευε γελοίως ψυχρὰ κρέα παρέχων· οἱ δʼ ἤσθιον κηὔχοντο μὴ ὥραν Θεμιστοκλεῦς γενέσθαι.2"

罗得岛的抒情诗人提摩克利昂在一首歌中更为尖刻地攻击地米斯托克利,指责他收取钱财为其他流亡者奔走促成其归国,却为了金钱背弃了身为宾友与密友的自己。他是这样说的: “即便你赞颂包萨尼亚斯,或你赞颂克珊提波斯, 或你赞颂勒奥提基达斯,我却赞美阿里斯提德, 他是来自神圣雅典的 唯一绝伦的伟男子;因为勒托憎恶地米斯托克利,” “那个说谎者、不义之徒、叛徒,他受了下贱银钱的诱惑, 竟不将宾友提摩克利昂带回 祖邦雅卢索斯, 反而收受了三塔兰同银子,扬帆航向毁灭, 不义地带回某些人,驱逐某些人,又杀害某些人, 满腹搜刮来的钱财;在峡颈上他滑稽地充当东道主,端上冰冷的肉食; 众人一面吃着,一面祈愿地米斯托克利不得好报。”

§21.4

πολὺ δʼ ἀσελγεστέρᾳ καὶ ἀναπεπταμένῃ μᾶλλον εἰς τὸν Θεμιστοκλέα βλασφημίᾳ κέχρηται μετὰ τὴν φυγὴν αὐτοῦ καὶ τὴν καταδίκην ὁ Τιμοκρέων ᾆσμα ποιήσας, οὗ ἐστιν ἀρχή· "Μοῦσα τοῦδε τοῦ μέλεος κλέος ἀνʼ Ἕλλανας τίθει, ὡς ἐοικὸς καὶ δίκαιον." λέγεται δʼ ὁ Τιμοκρέων ἐπὶ μηδισμῷ φυγεῖν συγκαταψηφισαμένου τοῦ Θεμιστοκλέους.

在地米斯托克利流亡并被定罪之后,提摩克利昂作了一首歌,对他施加了远为放肆且露骨的诋毁,其开端是: “缪斯啊,将这支歌的威名 播扬于全希腊, 正如所合宜且正当的那样。” 据说提摩克利昂当年因亲波斯罪被放逐,地米斯托克利曾一同投票赞成定罪。

§21.5

ὡς οὖν ὁ Θεμιστοκλῆς αἰτίαν ἔσχε μηδίζειν, ταῦτʼ ἐποίησεν εἰς αὐτόν· "οὐκ ἄρα Τιμοκρέων μοῦνος Μήδοισιν ὁρκιατομεῖ, ἀλλʼ ἐντὶ κἆλλοι δὴ πονηροί· οὐκ ἐγὼ μόνα κόλουρις·3 ἐντὶ καὶ ἄλλαι ἀλώπεκες."

因此,当后来地米斯托克利自身被指控亲波斯时,提摩克利昂便针对他作了这几行诗: “看来并非唯独提摩克利昂曾与波斯人立约盟誓, 原来还有其他恶棍;被截去尾巴的绝非只有我一人; 世上还有别的狐狸哩。”

语法注3 条
  1. 21.2ἄνδρʼ ἱερᾶν ἀπʼ Ἀθανᾶν ἐλθεῖν ἕνα λῷστον

    不定词 ἐλθεῖν 作由 ἐπαινέω 所支配的宾语 ἄνδρα ... ἕνα λῷστον 的述语性或限定性修饰,意为“(赞美阿里斯提德)乃是从神圣雅典而来的唯一最杰出之男子”。

  2. 21.3μὴ ὥραν Θεμιστοκλεῦς γενέσθαι

    短语 μὴ ὥραν γενέσθαι 是诅咒性的惯用表达,字面意思是“愿(某人)没有好的时节(没有好下场/厄运临头)”。属格 Θεμιστοκλεῦς 为多利斯方言形式。

  3. 21.5οὐκ ἐγὼ μόνα κόλουρις

    κόλουρις(断尾的、短尾的)为阴性名词化用法,暗指“断尾狐狸”的寓言,并承接下文的 ἀλώπεκες(狐狸)。诗人借此寓意自己并非唯一因亲波斯而遭断尾受辱之人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:21.1-21.5