← 普鲁塔克

地米斯托克利传

§20.1-20.4

焚毁联军舰队未遂与同斯巴达的对立

地米斯托克利密谋焚毁停泊在帕加塞的希腊联军舰队,但因阿里斯提德揭露该计划极不公正而遭雅典民众制止;随后他在近邻同盟会议上阻止了斯巴达排斥中立城邦的图谋,从而进一步加深了与斯巴达的对立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

Θεμιστοκλῆς δὲ καὶ μεῖζόν τι περὶ τῆς ναυτικῆς διενοήθη δυνάμεως. ἐπεὶ γὰρ ὁ τῶν Ἑλλήνων στόλος ἀπηλλαγμένου Ξέρξου κατῆρεν εἰς Παγασὰς καὶ διεχείμαζε, δημηγορῶν ἐν τοῖς Ἀθηναίοις ἔφη τινα πρᾶξιν ἔχειν ὠφέλιμον μὲν αὐτοῖς καὶ σωτήριον, ἀπόρρητον δὲ πρὸς τοὺς πολλούς.

地米斯托克利关于海军力量还怀有更为宏大的构想。因为当希腊人的舰队在薛西斯撤走后驶入帕加塞过冬时,他在雅典人面前公开发表演说,称自己有一项对他们既有益又有保全之功的行动计划,但必须对大众保密。

§20.2

τῶν δʼ Ἀθηναίων Ἀριστείδῃ φράσαι μόνῳ κελευόντων, κἂν ἐκεῖνος δοκιμάσῃ περαίνειν, ὁ μὲν Θεμιστοκλῆς ἔφρασε τῷ Ἀριστείδῃ, τὸ νεώριον ἐμπρῆσαι διανοεῖσθαι τῶν Ἑλλήνων· ὁ δʼ Ἀριστείδης εἰς τὸν δῆμον παρελθὼν ἔφη τῆς πράξεως, ἣν διανοεῖται πράττειν ὁ Θεμιστοκλῆς, μηδεμίαν εἶναι μήτε λυσιτελεστέραν μήτʼ ἀδικωτέραν.1 οἱ μὲν οὖν Ἀθηναῖοι διὰ ταῦτα παύσασθαι τῷ Θεμιστοκλεῖ προσέταξαν.

当雅典人命令他只告诉阿里斯提德一人,并且若那人认可方可付诸实行时,地米斯托克利便告诉阿里斯提德,他打算焚毁希腊各邦的船坞;而阿里斯提德来到民众面前说道:就地米斯托克利打算付诸实行的那项行动而言,没有任何事情能比它更有利,也没有任何事情能比它更不义。于是雅典人因这番话命地米斯托克利作罢。

§20.3

ἐν δὲ τοῖς Ἀμφικτυονικοῖς συνεδρίοις τῶν Λακεδαιμονίων εἰσηγουμένων, ὅπως ἀπείργωνται τῆς Ἀμφικτυονίας αἱ μὴ συμμαχήσασαι κατὰ τοῦ Μήδου πόλεις, φοβηθείς, μὴ Θετταλοὺς καὶ Ἀργείους, ἔτι δὲ Θηβαίους ἐκβαλόντες τοῦ συνεδρίου παντελῶς ἐπικρατήσωσι τῶν ψήφων καὶ γένηται τὸ δοκοῦν ἐκείνοις, συνεῖπε ταῖς πόλεσι καὶ μετέθηκε τὰς γνώμας τῶν πυλαγόρων, διδάξας, ὡς τριάκοντα καὶ μία μόναι πόλεις εἰσὶν αἱ μετασχοῦσαι τοῦ πολέμου, καὶ τούτων αἱ πλείους παντάπασι μικραί· δεινὸν οὖν, εἰ τῆς ἄλλης Ἑλλάδος ἐκσπόνδου γενομένης ἐπὶ ταῖς μεγίσταις δυσὶν ἢ τρισὶ πόλεσιν ἔσται τὸ συνέδριον.2 ἐκ τούτου μὲν οὖν μάλιστα τοῖς Λακεδαιμονίοις προσέκρουσε· διὸ καὶ τὸν Κίμωνα προῆγον ταῖς τιμαῖς, ἀντίπαλον ἐν τῇ πολιτείᾳ τῷ Θεμιστοκλεῖ καθιστάντες.

在近邻同盟会议上,当拉刻代蒙人提议应当把那些未曾结盟反抗波斯人的城邦排除在近邻同盟之外时,他担心拉刻代蒙人若将色萨利人、阿尔戈斯人以及底比斯人逐出会议,便会完全掌控表决权并使一切顺从他们的意旨,于是他为那些城邦辩护,并改变了近邻同盟代表们的意见,指明参加过这场战争的城邦总共只有三十一个,且其中多数完全微不足道;因此,如果希腊其余部分被排除在条约之外,以致会议落入最强盛的两三个城邦的摆布之下,那将是可怕的。由此他极大地触怒了拉刻代蒙人;正因如此,拉刻代蒙人便用各种荣誉提携客蒙,在城邦政局中树立他作为地米斯托克利的对手。

语法注2 条
  1. 20.2τῆς πράξεως, ἣν διανοεῖται πράττειν ὁ Θεμιστοκλῆς, μηδεμίαν εἶναι μήτε λυσιτελεστέραν μήτʼ ἀδικωτέραν

    名词短语 τῆς πράξεως 被前置到句首(倒置/主题化),但句法上它是充当其后两个比较级 λυσιτελεστέραν 与 ἀδικωτέραν 所管辖的比较属格。结构实际上是:没有任何事物比地米斯托克利打算实施的那项行动(τῆς πράξεως)更有利或更不义。

  2. 20.4δεινὸν οὖν, εἰ τῆς ἄλλης Ἑλλάδος ἐκσπόνδου γενομένης ἐπὶ ταῖς μεγίσταις δυσὶν ἢ τρισὶ πόλεσιν ἔσται τὸ συνέδριον

    δεινὸν [ἐστιν], εἰ... 是表达愤慨或荒谬的习用句式(“如果……将是骇人听闻/可怕的”)。从句中包含一个属格独立结构 τῆς ἄλλης Ἑλλάδος ἐκσπόνδου γενομένης(ἔκσπονδος 意为“被排除于盟约之外的”),而介词短语 ἐπί + 与格(ἐπὶ ταῖς... πόλεσιν)与 τὸ συνέδριον ἔσται 搭配,表示“置于……的支配/操纵之下”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:20.1-20.4