← 普鲁塔克

地米斯托克利传

§19.1-19.4

重建雅典城墙与修建比雷埃夫斯港

地米斯托克利智瞒斯巴达以重建雅典城墙,随后营建比雷埃夫斯港,推动城邦走向海洋并壮大平民势力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1

γενόμενος δʼ ἀπὸ τῶν πράξεων ἐκείνων1 εὐθὺς ἐπεχείρει τὴν πόλιν ἀνοικοδομεῖν καὶ τειχίζειν, ὡς μὲν ἱστορεῖ Θεόπομπος, χρήμασι πείσας μὴ ἐναντιωθῆναι τοὺς ἐφόρους, ὡς δʼ οἱ πλεῖστοι, παρακρουσάμενος. ἧκε μὲν γὰρ εἰς Σπάρτην ὄνομα πρεσβείας ἐπιγραψάμενος· ἐγκαλούντων δὲ τῶν Σπαρτιατῶν, ὅτι τειχίζουσι τὸ ἄστυ, καὶ Πολυάρχου κατηγοροῦντος ἐπίτηδες ἐξ Αἰγίνης ἀποσταλέντος, ἠρνεῖτο καὶ πέμπειν ἐκέλευεν εἰς Ἀθήνας τοὺς κατοψομένους, ἅμα μὲν ἐμβάλλων τῷ τειχισμῷ χρόνον ἐκ τῆς διατριβῆς, ἅμα δὲ βουλόμενος ἀντʼ αὐτοῦ τοὺς πεμπομένους ὑπάρχειν τοῖς Ἀθηναίοις.2 ὃ καὶ συνέβη· γνόντες γὰρ οἱ Λακεδαιμόνιοι τὸ ἀληθὲς οὐκ ἠδίκησαν αὐτόν, ἀλλʼ ἀδήλως χαλεπαίνοντες ἀπέπεμψαν. ἐκ δὲ τούτου τὸν Πειραιᾶ κατεσκεύαζε, τὴν τῶν λιμένων εὐφυΐαν κατανοήσας καὶ τὴν πόλιν ὅλην ἁρμοττόμενος πρὸς τὴν θάλατταν, καὶ τρόπον τινὰ τοῖς παλαιοῖς βασιλεῦσι τῶν Ἀθηναίων ἀντιπολιτευόμενος.

在结束了那些事迹之后,他立即着手重建城邦并修筑城墙;正如特奥彭波斯所记载的,他是用金钱说服监察官们不加阻挠,而正如多数人所记载的,他是通过欺瞒得逞的。因为他假借使团的名义前往斯巴达;当斯巴达人指责雅典人正在为城镇筑墙,且从埃吉纳特派而来的波利阿尔科斯也出面指控时,他断然否认,并要求斯巴达派遣视察者前往雅典,这一方面是通过拖延为筑墙争取时间,另一方面也是希望派去的人能代替他成为雅典人手中的人质。事情果然如此发生:拉刻代蒙人知晓真相之后,并未加害于他,而是暗怀愤懑将他遣送回国。 此后,他着手营建比雷埃夫斯,这是因为他识辨了诸港湾的天赋优越性,使整座城邦适应海洋,并在某种程度上采取了与雅典古代国王们相反的治国政策。

§19.3

ἐκεῖνοι μὲν γάρ, ὡς λέγεται, πραγματευόμενοι τοὺς πολίτας ἀποσπάσαι τῆς θαλάττης καὶ συνεθίσαι ζῆν μὴ πλέοντας, ἀλλὰ τὴν χώραν φυτεύοντας, τὸν περὶ τῆς Ἀθηνᾶς διέδοσαν λόγον, ὡς ἐρίσαντα περὶ τῆς χώρας τὸν Ποσειδῶ δείξασα τὴν μορίαν τοῖς δικασταῖς ἐνίκησε.3 Θεμιστοκλῆς δʼ οὐχ, ὡς Ἀριστοφάνης ὁ κωμικὸς λέγει, τῇ πόλει τὸν Πειραιᾶ προσέμαξεν, ἀλλὰ τὴν πόλιν ἐξῆψε τοῦ Πειραιῶς καὶ τὴν γῆν τῆς θαλάττης· ὅθεν καὶ τὸν δῆμον ηὔξησε κατὰ τῶν ἀρίστων καὶ θράσους ἐνέπλησεν, εἰς ναύτας καὶ κελευστὰς καὶ κυβερνήτας τῆς δυνάμεως ἀφικομένης. διὸ καὶ τὸ βῆμα τὸ ἐν Πνυκὶ πεποιημένον ὥστʼ ἀποβλέπειν πρὸς τὴν θάλασσαν ὕστερον οἱ τριάκοντα πρὸς τὴν χώραν ἀπέστρεψαν, οἰόμενοι τὴν μὲν κατὰ θάλατταν ἀρχὴν γένεσιν εἶναι δημοκρατίας, ὀλιγαρχίᾳ δʼ ἧττον δυσχεραίνειν τοὺς γεωργοῦντας.

因为据传说,那些国王为了使公民脱离海洋,习惯于不乘船出海而是耕植田土为生,散布了关于雅典娜的传说,说雅典娜与波塞冬争夺国土时,向裁判们展示了神圣橄榄树而获胜。但地米斯托克利并非如喜剧诗人阿里斯托芬所说的那样将比雷埃夫斯揉捏贴合到城邦上,而是把城邦系于比雷埃夫斯,把陆地系于海洋;因此他也借此壮大了平民对抗贵族的力量,并让他们充满底气,因为力量已落入水手、领桨手和舵手之手。正因如此,普尼克斯山丘上原先建造成面朝大海的讲坛,后来被三十僭主转而朝向内陆田地,因为他们认为制海权乃是民主政体的起源,而耕种土地的人对寡头政体的抵触要少得多。

语法注3 条
  1. 19.1γενόμενος δʼ ἀπὸ τῶν πράξεων ἐκείνων

    动词 γίγνεσθαι 搭配介词短语 ἀπό τινος 是一种习惯用法,意为“摆脱……”、“从……抽身”或“完成……”。在此处表示从前一章节所记述的战后诸事迹与言行告一段落并发生转折。

  2. 19.2ἀντʼ αὐτοῦ τοὺς πεμπομένους ὑπάρχειν τοῖς Ἀθηναίοις

    此为由 βουλόμενος 引出的不定式宾语从句。分词短语 τοὺς πεμπομένους 是不定式 ὑπάρχειν 的逻辑主语,意为“使被派遣的人代替他本人处于雅典人的掌握之中(作为人质)”。虽然未明写出“人质”这一谓语名词,但 ὑπάρχειν 搭配与格(τοῖς Ἀθηναίοις)在语境中即含有提供安全制约之意。

  3. 19.3ἐρίσαντα περὶ τῆς χώρας τὸν Ποσειδῶ δείξασα τὴν μορίαν τοῖς δικασταῖς ἐνίκησε

    在 ὡς 引出的从属句中,主导动词 ἐνίκησε 的直接宾语是前置的对格 τὸν Ποσειδῶ,并由修饰它的过去分词 ἐρίσαντα 修饰(“战胜了曾争夺国土的波塞冬”)。该句主语雅典娜由女性单数主格分词 δείξασα(“出示了……”)体现。词序上的倒置(hyperbaton)使宾语置于分词与动词之前。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:19.1-19.4