- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:1.1-1.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述地米斯托克利的出身门第及关于其母身份的不同记载,以及他巧妙打破私生子与嫡子界限的举动与他所属的吕科米德家族渊源。
Θεμιστοκλεῖ δὲ τὰ μὲν ἐκ γένους ἀμαυρότερα πρὸς δόξαν ὑπῆρχε· πατρὸς γὰρ ἦν Νεοκλέους οὐ τῶν ἄγαν ἐπιφανῶν Ἀθήνησι, Φρεαρρίου τῶν δήμων ἐκ τῆς Λεοντίδος φυλῆς, νόθος δὲ πρὸς μητρός, ὡς λέγουσιν· "Ἀβρότονον Θρήϊσσα γυνὴ γένος·1 ἀλλὰ τεκέσθαι τὸν μέγαν Ἕλλησίν φημι Θεμιστοκλέα."
对于地米斯托克利而言,门第出身在声誉方面并未赋予他太多优势;因为他的父亲尼奥克勒斯在雅典并非十分显赫的人物,属于莱昂提斯部落的弗雷阿里区,而据人们说,从母方来看他还是个私生子: “阿布罗托农是色雷斯血统的妇人;但我敢言, 她为希腊人生下了伟大的地米斯托克利。”
Φανίας μέντοι τὴν μητέρα τοῦ Θεμιστοκλέους οὐ Θρᾷτταν, ἀλλὰ Καρίνην, οὐδʼ Ἀβρότονον ὄνομα, ἀλλʼ Εὐτέρπην ἀναγράφει. Νεάνθης δὲ καὶ πόλιν αὐτῇ τῆς Καρίας Ἀλικαρνασσὸν προστίθησι. διὸ καὶ τῶν νόθων εἰς Κυνόσαργες συντελούντων2 (τοῦτο δʼ ἐστὶν ἔξω πυλῶν γυμνάσιον Ἡρακλέους, ἐπεὶ κἀκεῖνος οὐκ ἦν γνήσιος ἐν θεοῖς, ἀλλʼ ἐνείχετο νοθείᾳ διὰ τὴν μητέρα θνητὴν οὖσαν) ἔπειθέ τινας ὁ Θεμιστοκλῆς τῶν εὖ γεγονότων νεανίσκων καταβαίνοντας εἰς τὸ Κυνόσαργες ἀλείφεσθαι μετʼ αὐτοῦ. καὶ τούτου γενομένου δοκεῖ πανούργως τὸν τῶν νόθων καὶ γνησίων διορισμὸν ἀνελεῖν.
然而法尼亚斯记载,地米斯托克利的母亲并非色雷斯人,而是卡里亚人,名字也不叫阿布罗托农,而是欧忒耳佩。内安忒斯更补充说她的家乡是卡里亚的哈利卡尔那索斯。 因此,鉴于私生子们都归属于库诺萨耳格斯——这是城门外一座赫拉克勒斯的体操馆,因为赫拉克勒斯在众神之中也并非嫡出,而是由于母亲是凡人而背负私生子的身份——地米斯托克利说服了一些名门出身的青年下到库诺萨耳格斯,与他一同涂油锻炼。而此事办成之后,他似乎巧妙地消除了私生子与嫡出子之间的界限。
ὅτι μέντοι τοῦ Λυκομιδῶν γένους μετεῖχε δῆλός ἐστι·3 τὸ γὰρ Φλυῆσι τελεστήριον, ὅπερ ἦν Λυκομιδῶν κοινόν, ἐμπρησθὲν ὑπὸ τῶν βαρβάρων αὐτὸς ἐπεσκεύασε καὶ γραφαῖς ἐκόσμησεν, ὡς Σιμωνίδης ἱστόρηκεν.
不过,他属于吕科米德家族的一员则是显而易见的;因为位于弗吕亚的密仪殿堂本为吕科米德家族所共有,在被蛮族焚毁之后,正是由他亲自修复并用壁画装饰,正如西摩尼得斯所记载的那样。
- 1.1γένος
限定(关系)宾格(accusative of respect/specification),意为“就血统/出身而言”,补充说明前面的 Ἀβρότονον Θρήϊσσα γυνή。
- 1.2συντελούντων
独立属格结构(τῶν νόθων εἰς Κυνόσαργες συντελούντων)的一部分。动词 συντελέω 与介词 εἰς 连用,表示“被编入……”、“归属于(某一团体或组织)”。
- 1.3ὅτι μέντοι τοῦ Λυκομιδῶν γένους μετεῖχε δῆλός ἐστι
人称结构,相当于非人称结构 δῆλόν ἐστιν ὅτι...(“显而易见的是,他分有……”)。主语被提升为主句谓语形容词 δῆλος 的主语,后接 ὅτι 从句。
