- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:18.1-18.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记叙了极重名誉的地米斯托克利的诸多机智言行与轶事,包括出航前集中处理事务、悬铃木之喻、反驳塞里福斯人、节日与次日的寓言,以及调侃儿子的权力等名言。
καὶ γὰρ ἦν τῇ φύσει φιλοτιμότατος, εἰ δεῖ τεκμαίρεσθαι διὰ τῶν ἀπομνημονευομένων. αἱρεθεὶς γὰρ ναύαρχος ὑπὸ τῆς πόλεως οὐδὲν οὔτε τῶν ἰδίων οὔτε τῶν κοινῶν κατὰ μέρος ἐχρημάτιζεν,1 ἀλλʼ ἐπανεβάλλετο τὸ προσπῖπτον εἰς τὴν ἡμέραν ἐκείνην, καθʼ ἣν ἐκπλεῖν ἔμελλεν, ἵνʼ ὁμοῦ πολλὰ πράττων πράγματα καὶ παντοδαποῖς ἀνθρώποις ὁμιλῶν μέγας εἶναι δοκῇ καὶ πλεῖστον δύνασθαι.
事实上,如果应当从流传的言行录来判断,他天生极好名誉。当他被城邦选为舰队统帅时,无论是私事还是公事,他一概不逐一处理,而是将所有接踵而来的事务都推延到他定于扬帆起航的那一天,以便通过同时处理大量事务并与各色人等交往,显得自己崇高伟大且大权在握。
τῶν δὲ νεκρῶν τοὺς ἐκπεσόντας ἐπισκοπῶν παρὰ τὴν θάλατταν, ὡς εἶδε περικειμένους ψέλια χρυσᾶ καὶ στρεπτούς, αὐτὸς μὲν παρῆλθε, τῷ δʼ ἑπομένῳ φίλῳ δείξας εἶπεν· ἀνελοῦ σαυτῷ· σὺ γὰρ οὐκ εἶ Θεμιστοκλῆς. πρὸς δέ τινα τῶν καλῶν γεγονότων, Ἀντιφάτην, ὑπερηφάνως αὐτῷ κεχρημένον πρότερον, ὕστερον δὲ θεραπεύοντα διὰ τὴν δόξαν, ὦ μειράκιον, εἶπεν, ὀψὲ μέν, ἀμφότεροι δʼ ἅμα νοῦν ἐσχήκαμεν.
当他在海边视察那些被冲上岸的死者时,看见尸体上佩戴着金手镯和项圈,他自己径直走过,却指给跟随他的朋友看,说道:“你自己拿去吧;因为你并不是地米斯托克利。” 对于曾经的美少男之一安提法特斯——此人早先傲慢地对待他,后来却因他的名声而谄媚奉承——他说道:“年轻人啊,虽说晚了些,但我们俩同时有了见识。”
ἔλεγε δὲ τοὺς Ἀθηναίους οὐ τιμᾶν αὐτὸν οὐδὲ θαυμάζειν, ἀλλʼ ὥσπερ πλατάνῳ2 χειμαζομένους μὲν ὑποτρέχειν κινδυνεύοντας, εὐδίας δὲ περὶ αὐτοὺς γενομένης τίλλειν καὶ κολούειν. τοῦ δὲ Σεριφίου πρὸς αὐτὸν εἰπόντος, ὡς οὐ διʼ αὑτὸν ἔσχηκε δόξαν, ἀλλὰ διὰ τὴν πόλιν, ἀληθῆ λέγεις, εἶπεν, ἀλλʼ οὔτʼ ἂν ἐγὼ Σερίφιος ὢν ἐγενόμην ἔνδοξος, οὔτε σὺ Ἀθηναῖος.
他还常说,雅典人并非尊重他,也非仰慕他,而是犹如对待悬铃木一般,遇上暴风雨陷于危险时便奔逃到其下避难,而一旦天气转晴,便将枝叶拔扯折断。当一个塞里福斯人对他声称,他享有盛名并非靠他自己,而是靠他的城邦时,他说道:“你说得对;然而若我是塞里福斯人,我绝不会出名,而你若是雅典人,也同样不会出名。”
ἑτέρου δέ τινος τῶν στρατηγῶν, ὡς ἔδοξέ τι χρήσιμον διαπεπρᾶχθαι τῇ πόλει, θρασυνομένου πρὸς τὸν Θεμιστοκλέα καὶ τὰς ἑαυτοῦ ταῖς ἐκείνου πράξεσιν ἀντιπαραβάλλοντος, ἔφη τῇ ἑορτῇ τὴν ὑστεραίαν ἐρίσαι3 λέγουσαν, ὡς ἐκείνη μὲν ἀσχολιῶν τε μεστὴ καὶ κοπώδης ἐστίν, ἐν αὐτῇ δὲ πάντες ἀπολαύουσι τῶν παρεσκευασμένων σχολάζοντες· τὴν δʼ ἑορτὴν πρὸς ταῦτʼ εἰπεῖν· ἀληθῆ λέγεις· ἀλλʼ ἐμοῦ μὴ γενομένης σὺ οὐκ ἂν ἦσθα· κἀμοῦ τοίνυν, ἔφη, τότε μὴ γενομένου, ποῦ ἂν ἦτε νῦν ὑμεῖς;
当另一位将领自以为为城邦立下了某种功劳,而在地米斯托克利面前狂妄自大,并将自己的功业与他的功业相提并论时,他讲述了节日次日与节日争辩的故事:节日次日说,节日自身充满了繁冗的事务与疲劳,而在次日所有人都能安闲地享用备好的事物;对此节日回答道:“你说得对;但如果没有我,便不会有你。”于是他说道:“那么,当时若没有我,如今你们又会在何处呢?”
τὸν δὲ υἱὸν ἐντρυφῶντα τῇ μητρὶ καὶ διʼ ἐκείνην αὐτῷ σκώπτων ἔλεγε πλεῖστον τῶν Ἑλλήνων δύνασθαι·4 τοῖς μὲν γὰρ Ἕλλησιν ἐπιτάττειν Ἀθηναίους, Ἀθηναίοις δʼ αὐτόν, αὐτῷ δὲ τὴν ἐκείνου μητέρα, τῇ μητρὶ δʼ ἐκεῖνον. ἴδιος δέ τις ἐν πᾶσι βουλόμενος εἶναι χωρίον μὲν πιπράσκων ἐκέλευε κηρύττειν, ὅτι καὶ γείτονα χρηστὸν ἔχει· τῶν δὲ μνωμένων αὐτοῦ τὴν θυγατέρα τὸν ἐπιεικῆ τοῦ πλουσίου προκρίνας ἔφη ζητεῖν ἄνδρα χρημάτων δεόμενον μᾶλλον ἢ χρήματα ἀνδρός. ἐν μὲν οὖν τοῖς ἀποφθέγμασι τοιοῦτός τις ἦν.
他还打趣地谈及自己的儿子——这个孩子在母亲面前娇纵放肆,并通过母亲来摆布他——说他在全希腊人中权力最大;因为雅典人号令希腊人,他号令雅典人,孩子的母亲号令他,而孩子号令其母亲。他在一切事上都力求与众不同,在出卖地产时,他吩咐宣告该处还拥有一个好邻居;在为女儿挑选求婚者时,他宁取品德高尚者而舍弃富人,说自己宁愿寻找一个需要财富的人,也不愿寻找需要人的财富。在警句方面,他大致便是如此一个人。
- 18.1κατὰ μέρος ἐχρημάτιζεν
κατὰ μέρος 作副词用,意为“逐一地”、“分项地”或“零散地”。与 οὐδὲν οὔτε τῶν ἰδίων οὔτε τῶν κοινῶν 结合,表示他平时不逐个处理任何公私事务,而是刻意积压至出航之日集中解决。
- 18.3ὥσπερ πλατάνῳ
与格 πλατάνῳ 由动词 ὑποτρέχειν(奔逃至……之下)所支配,意为“(奔至)悬铃木下”。在后续的并列从句 εὐδίας δὲ ... τίλλειν καὶ κολούειν 中,该树亦充当这两个动词未明确写出的承受对象。
- 18.4τῇ ἑορτῇ τὴν ὑστεραίαν ἐρίσαι
主动词 ἔφη 所支配的宾格不定式结构。τὴν ὑστεραίαν(次日)为不定式的主语,τῇ ἑορτῇ(节日)为动词 ἐρίσαι(争辩、争论)所支配的与格补足语。此句采用了拟人化辩论的寓言形式。
- 18.5τὸν δὲ υἱὸν ἐντρυφῶντα τῇ μητρὶ καὶ διʼ ἐκείνην αὐτῷ σκώπτων ἔλεγε πλεῖστον τῶν Ἑλλήνων δύνασθαι
句子的核心骨架为 ἔλεγε τὸν υἱὸν ... πλεῖστον δύνασθαι(他说儿子权力最大)。分词短语 ἐντρυφῶντα τῇ μητρὶ καὶ διʼ ἐκείνην αὐτῷ(在母亲面前娇纵放肆,并通过母亲摆布他)修饰宾格 τὸν υἱόν,其中 αὐτῷ 指代地米斯托克利本人。
