← 普鲁塔克

地米斯托克利传

§17.1-17.2

战后论功行赏与地米斯托克利所受殊荣

萨拉米斯海战后论功行赏,地米斯托克利因获得所有将领的次席选票而荣膺首奖,并在斯巴达受到嘉奖智慧的殊荣;其后在奥林匹亚赛场上,他更受到超越选手的全场瞩目与欢呼,欣喜于自己的辛劳得享回报。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.1

πόλεων μὲν οὖν τὴν Αἰγινητῶν ἀριστεῦσαί φησιν Ἡρόδοτος, Θεμιστοκλεῖ δέ, καίπερ ἄκοντες ὑπὸ φθόνου, τὸ πρωτεῖον ἀπέδοσαν ἅπαντες. ἐπεὶ γὰρ ἀναχωρήσαντες εἰς τὸν Ἰσθμὸν ἀπὸ τοῦ βωμοῦ τὴν ψῆφον ἔφερον οἱ στρατηγοί, πρῶτον μὲν ἕκαστος ἑαυτὸν ἀπέφαινεν ἀρετῇ, δεύτερον δὲ μεθʼ ἑαυτὸν Θεμιστοκλέα. Λακεδαιμόνιοι δʼ εἰς τὴν Σπάρτην αὐτὸν καταγαγόντες Εὐρυβιάδῃ μὲν ἀνδρείας, ἐκείνῳ δὲ σοφίας ἀριστεῖον ἔδοσαν θαλλοῦ στέφανον, καὶ τῶν κατὰ τὴν πόλιν ἁρμάτων τὸ πρωτεῦον ἐδωρήσαντο καὶ τριακοσίους τῶν νέων πομποὺς ἄχρι τῶν ὅρων συνεξέπεμψαν.

在城邦之中,据希罗多德所载,以埃吉那人的城邦居首功;但对于地米斯托克利,众人虽因嫉妒而心有不甘,却一致将首奖归之于他。因为当各将领退至地峡并于祭坛前投票时,每个人在卓越战功上皆推举自己为第一,而在自己之后则推举地米斯托克利为第二。拉栖代梦人更将他迎往斯巴达,授与欧律比亚德以表彰勇气的殊勋,而授与他以表彰智慧的殊勋——一顶橄榄枝冠,并将全城最上乘的战车赠予他,还派遣三百名青年护送他直至国境。

§17.2

λέγεται δʼ Ὀλυμπίων τῶν ἐφεξῆς ἀγομένων καὶ παρελθόντος εἰς τὸ στάδιον τοῦ Θεμιστοκλέους, ἀμελήσαντας τῶν ἀγωνιστῶν τοὺς παρόντας ὅλην τὴν ἡμέραν ἐκεῖνον θεᾶσθαι καὶ τοῖς ξένοις ἐπιδεικνύειν1 ἅμα θαυμάζοντας καὶ κροτοῦντας, ὥστε καὶ αὐτὸν ἡσθέντα πρὸς τοὺς φίλους ὁμολογῆσαι τὸν καρπὸν ἀπέχειν τῶν ὑπὲρ τῆς Ἑλλάδος αὐτῷ πονηθέντων.2

据说,在随后举行的奥林匹亚竞技会上,当地米斯托克利步入赛场时,在场的众人全然不顾参赛的运动员,整日注视着他,在赞叹与掌声中将他指引给异邦人看;以至于他自己也欢欣不已,向友人们坦言,自己为希腊所付出的辛劳终于得到了应有的报偿。

语法注2 条
  1. 17.2λέγεται δʼ Ὀλυμπίων τῶν ἐφεξῆς ἀγομένων καὶ παρελθόντος εἰς τὸ στάδιον τοῦ Θεμιστοκλέους, ἀμελήσαντας τῶν ἀγωνιστῶν τοὺς παρόντας ὅλην τὴν ἡμέραν ἐκεῖνον θεᾶσθαι καὶ τοῖς ξένοις ἐπιδεικνύειν

    此句为无人称动词 λέγεται 所带的带对格的不定式结构,其中 τοὺς παρόντας 为不定式的对格主语(逻辑主语),θεᾶσθαι 与 ἐπιδεικνύειν 为不定式动词。句首并列了两个表示时间的属格独立结构(Ὀλυμπίων τῶν ἐφεξῆς ἀγομένων 与 παρελθόντος εἰς τὸ στάδιον τοῦ Θεμιστοκλέους)。分词 ἀμελήσαντας 与 τοὺς παρόντας 一致,支配属格宾语 τῶν ἀγωνιστῶν。

  2. 17.2τῶν ὑπὲρ τῆς Ἑλλάδος αὐτῷ πονηθέντων

    此为中性复数不定过去时被动分词的名词化用法(“他为希腊所劳苦之诸事”),作为宾格性(或限定性)属格修饰前面的名词 τὸν καρπόν(果实、报偿)。与格 αὐτῷ 充当被动结构中的动作主体与格(dative of agent)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:17.1-17.2