- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:16.1-16.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
海战后,地米斯托克利提议拆毁赫勒斯滂浮桥,但阿里斯泰德力陈围困波斯国王的凶险;地米斯托克利遂派遣太监向薛西斯通报假消息,促使其仓皇退兵。
μετὰ δὲ τὴν ναυμαχίαν Ξέρξης μὲν ἔτι θυμομαχῶν πρὸς τὴν ἀπότευξιν ἐπεχείρει διὰ χωμάτων ἐπάγειν τὸ πεζὸν τοῖς Ἕλλησιν εἰς Σαλαμῖνα, ἐμφράξας τὸν διὰ μέσου πόρον· Θεμιστοκλῆς δʼ ἀποπειρώμενος Ἀριστείδου λόγῳ γνώμην ἐποιεῖτο λύειν τὸ ζεῦγμα ταῖς ναυσὶν ἐπιπλεύσαντας1 εἰς Ἑλλήσποντον, ὅπως, ἔφη, τὴν Ἀσίαν ἐν τῇ Εὐρώπῃ λάβωμεν.
海战之后,薛西斯仍因受挫而愤怒难平,企图筑起堤道封堵中间的海峡,率陆军跨海进攻萨拉米斯岛上的希腊人;地米斯托克利为了用言辞试探阿里斯泰德,提议应率舰航向赫勒斯滂并拆毁浮桥,“以便”,他说,“我们在欧洲擒获亚洲。”
δυσχεραίνοντος δὲ τοῦ Ἀριστείδου καὶ λέγοντος ὅτι, νῦν μὲν τρυφῶντι τῷ βαρβάρῳ πεπολεμήκαμεν, ἂν δὲ κατακλείσωμεν εἰς τὴν Ἑλλάδα καὶ καταστήσωμεν εἰς ἀνάγκην ὑπὸ δέους ἄνδρα τηλικούτων δυνάμεων κύριον, οὐκέτι καθήμενος ὑπὸ σκιάδι χρυσῇ θεάσεται τὴν μάχην ἐφʼ ἡσυχίας, ἀλλὰ πάντα τολμῶν καὶ πᾶσιν αὐτὸς παρὼν διὰ τὸν κίνδυνον ἐπανορθώσεται τὰ παρειμένα καὶ βουλεύσεται βέλτιον ὑπὲρ τῶν ὅλων·
阿里斯泰德对此深表反感,并说道: “至今我们与之交战的,乃是一个沉湎奢华的蛮族人;但如果我们把统御如此庞大军队的人围困在希腊,因恐惧而迫使他陷入绝境,他便不再会安坐于金色遮阳伞下从容观战,而是会冒险一搏,因危局而事事亲临现场,弥补以往的疏漏,并在全局大略上做出更周全的决断。
οὐ τὴν οὖσαν οὖν, ἔφη, δεῖ γέφυραν, ὦ Θεμιστόκλεις, ἡμᾶς ἀναιρεῖν, ἀλλʼ ἑτέραν, εἴπερ οἷόν τε, προσκατασκευάσαντας ἐκβαλεῖν διὰ τάχους τὸν ἄνθρωπον ἐκ τῆς Εὐρώπης. οὐκοῦν, εἶπεν ὁ Θεμιστοκλῆς, εἰ δοκεῖ ταῦτα συμφέρειν, ὥρα σκοπεῖν καὶ μηχανᾶσθαι πάντας ἡμᾶς, ὅπως ἀπαλλαγήσεται τὴν ταχίστην ἐκ τῆς Ἑλλάδος.
因此,地米斯托克利啊”,他说,“我们绝不可拆毁现存的桥梁,反而应当在可能的情况下再建一座桥,尽快将这人逐出欧洲。” “既然如此”,地米斯托克利说,“若认为这确有助益,便正是我们众人审度筹划、设法使他以最快速度脱离希腊之时。”
ἐπεὶ δὲ ταῦτα ἔδοξε, πέμπει τινὰ τῶν βασιλικῶν εὐνούχων ἐν τοῖς αἰχμαλώτοις ἀνευρών, Ἀρνάκην ὄνομα, φράζειν βασιλεῖ κελεύσας, ὅτι τοῖς μὲν Ἕλλησι δέδοκται τῷ ναυτικῷ κεκρατηκότας2 ἀναπλεῖν εἰς τὸν Ἑλλήσποντον ἐπὶ τὸ ζεῦγμα καὶ λύειν τὴν γέφυραν, Θεμιστοκλῆς δὲ κηδόμενος βασιλέως παραινεῖ σπεύδειν ἐπὶ τὴν ἑαυτοῦ θάλατταν καὶ περαιοῦσθαι, μέχρις αὐτὸς ἐμποιεῖ τινας διατριβὰς τοῖς συμμάχοις καὶ μελλήσεις πρὸς τὴν δίωξιν.
此计已定,他便在俘虏中寻得一名王室宦官,名为阿尔那克斯,差遣他前去禀告国王:希腊人因舰队得胜,已决意航向赫勒斯滂前往浮桥并将其拆毁;但地米斯托克利挂念国王安危,劝他速奔己方海域渡海而去,趁着自己给同盟军制造些许拖延与对追击的耽搁。
ταῦθʼ ὁ βάρβαρος ἀκούσας καὶ γενόμενος περίφοβος διὰ τάχους ἐποιεῖτο τὴν ἀναχώρησιν. καὶ πεῖραν ἡ Θεμιστοκλέους καὶ Ἀριστείδου φρόνησις ἐν Μαρδονίῳ παρέσχεν, εἴγε πολλοστημορίῳ τῆς Ξέρξου δυνάμεως διαγωνισάμενοι Πλαταιᾶσιν εἰς τὸν περὶ τῶν ὅλων κίνδυνον κατέστησαν.3
蛮族闻此言大为惊恐,火速踏上退路。而地米斯托克利与阿里斯泰德的远见,在马尔多尼乌斯身上得到了印证——毕竟希腊人仅与薛西斯军队的微小残部在普拉提亚激战,便已陷入事关全局存亡的危急关头。
- 16.1ἐπιπλεύσαντας
与不定式 λύειν 形成不定式复合结构的宾格复数分词。它未与主句主语(单数主格的 Themistocles)一致,而是指代希腊全军或“我们”,因而采用不定式逻辑主语的宾格复数形式。
- 16.4κεκρατηκότας
修饰不定式 ἀναπλεῖν 逻辑主语的宾格复数分词。尽管前面已有无人称动词 δέδοκται 所支配的与格 τοῖς Ἕλλησι,但在不定式从句内部,逻辑主语往往会转换为符合不定式常规构词的宾格。
- 16.5εἴγε πολλοστημορίῳ τῆς Ξέρξου δυνάμεως διαγωνισάμενοι Πλαταιᾶσιν εἰς τὸν περὶ τῶν ὅλων κίνδυνον κατέστησαν
助词 εἴγε 在此处并非引导纯粹的假设条件(“如果”),而是表示说明或论据(“因为确实……”、“鉴于……”)。它以普拉提亚战役中仅对阵残部就已陷入存亡危机的史实为据,佐证了二人当初不把薛西斯全军困在希腊之深谋远虑。
