- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:15.1-15.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
交战之际,士兵们目击了来自厄琉息斯与埃癸娜的神迹显圣。希腊舰队利用海峡狭窄的地势击溃波斯军,凭借全军的英勇与地米斯托克利的谋略赢得了不朽的海战胜利。
ἐν δὲ τούτῳ τοῦ ἀγῶνος ὄντος φῶς μὲν ἐκλάμψαι μέγα λέγουσιν Ἐλευσινόθεν, ἦχον δὲ καὶ φωνὴν τὸ Θριάσιον κατέχειν πεδίον ἄχρι θαλάττης, ὡς ἀνθρώπων ὁμοῦ πολλῶν τὸν μυστικὸν ἐξαγόντων Ἴακχον. ἐκ δὲ τοῦ πλήθους τῶν φθεγγομένων κατὰ μικρὸν ἀπὸ γῆς ἀναφερόμενον νέφος ἔδοξεν αὖθις ὑπονοστεῖν1 καὶ κατασκήπτειν εἰς τὰς τριήρεις. ἕτεροι δὲ φάσματα καὶ εἴδωλα καθορᾶν ἔδοξαν ἐνόπλων ἀνδρῶν ἀπʼ Αἰγίνης τὰς χεῖρας ἀνεχόντων πρὸ τῶν Ἑλληνικῶν τριηρῶν· οὓς εἴκαζον Αἰακίδας εἶναι παρακεκλημένους εὐχαῖς πρὸ τῆς μάχης ἐπὶ τὴν βοήθειαν.
正当战事处于此时,据说有一道强光从厄琉息斯闪耀而出,呼喊与歌声笼罩了特里亚平原直达海滨,宛如众人一同引导着秘仪中的雅克霍斯。从那发声的群众之中,一团从大地逐渐升起的云雾似乎又折转下落,降临在三列桨战船之上。另有人确信自己远远看见了武装士兵的幻影与显圣,从埃癸娜方向在希腊战船前方高举双手;他们推测这些人便是战前以祈祷恳求前来助战的埃阿喀斯后裔。
πρῶτος μὲν οὖν λαμβάνει ναῦν Λυκομήδης, ἀνὴρ Ἀθηναῖος τριηραρχῶν, ἧς τὰ παράσημα περικόψας ἀνέθηκεν Ἀπόλλωνι δαφνηφόρῳ Φλυῆσιν. οἱ δʼ ἄλλοι τοῖς βαρβάροις ἐξισούμενοι τὸ πλῆθος ἐν στενῷ κατὰ μέρος προσφερομένους καὶ περιπίπτοντας ἀλλήλοις ἐτρέψαντο,2 μέχρι δείλης ἀντισχόντας, ὡς εἴρηκε Σιμωνίδης, τὴν καλὴν ἐκείνην καὶ περιβόητον ἀράμενοι νίκην, ἧς οὔθʼ Ἕλλησιν οὔτε βαρβάροις ἐνάλιον ἔργον εἴργασται λαμπρότερον,3 ἀνδρείᾳ μὲν καὶ προθυμίᾳ κοινῇ τῶν ναυμαχησάντων, γνώμῃ δὲ καὶ δεινότητι τῇ Θεμιστοκλέους.
最先俘获敌船的是雅典的三列桨战船长吕科墨得斯,他砍下该船的船标,供奉给弗吕阿的佩桂冠阿波罗。其余的人借狭窄水域之利在数量上与蛮族持平,将零星进犯、自相碰撞且如西摩尼得斯所言支撑至黄昏的敌军击溃,赢得了那场辉煌而举世闻名的胜利——无论对于希腊人还是蛮族而言,海战中都不曾有过比这更为光辉的战功;这既归功于参战将士共同的勇敢与热忱,亦归功于地米斯托克利的谋略与机智。
- 15.1ἐκ δὲ τοῦ πλήθους τῶν φθεγγομένων κατὰ μικρὸν ἀπὸ γῆς ἀναφερόμενον νέφος ἔδοξεν αὖθις ὑπονοστεῖν
ἔδοξεν 在此并非无人称结构(“似乎……”),而是以 νέφος 为主语的人称构式(“云雾似乎……”)。分词 ἀναφερόμενον 为中性单数主格,修饰主语 νέφος;介词短语 ἐκ τοῦ πλήθους 修饰 ἀναφερόμενον,标明云气升起的源头。
- 15.2οἱ δʼ ἄλλοι τοῖς βαρβάροις ἐξισούμενοι τὸ πλῆθος ἐν στενῷ κατὰ μέρος προσφερομένους καὶ περιπίπτοντας ἀλλήλοις ἐτρέψαντο
主句主语为 οἱ δʼ ἄλλοι,谓语为 ἐτρέψαντο(“击溃了”)。分词 ἐξισούμενοι 为被动态/中动态,修饰主语,接与格 τοῖς βαρβάροις 以及关系(限制)宾格 τὸ πλῆθος(“在数量上与蛮族相等”)。而宾格分词 προσφερομένους、περιπίπτοντας 及后文的 ἀντισχόντας 则作动词 ἐτρέψαντο 省略的宾语(蛮族)的修饰语,描写敌人在狭道中被分割并自相挤撞的情形。
- 15.2ἧς οὔθʼ Ἕλλησιν οὔτε βαρβάροις ἐνάλιον ἔργον εἴργασται λαμπρότερον
关系代词 ἧς 指代先行词 νίκην,在句中作由比较级 λαμπρότερον 所要求的比较属格(“比之更为光辉……”)。句子的语法主语是中性短语 ἐνάλιον ἔργον,谓语是完成时被动态 εἴργασται。Ἕλλησιν 与 βαρβάροις 则作为伴随被动动词的施动者与格使用。
