- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:14.1-14.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节根据诗人埃斯库罗斯的记载对比了波斯与雅典舰队的规模,记述了地米斯托克利如何利用风浪时机打乱敌阵,并击杀波斯舰队司令阿利亚墨涅斯的过程。
περὶ δὲ τοῦ πλήθους τῶν βαρβαρικῶν νεῶν Αἰσχύλος ὁ ποιητὴς ὡς ἂν εἰδὼς καὶ διαβεβαιούμενος ἐν τραγῳδίᾳ Πέρσαις λέγει ταῦτα· "Ξέρξῃ δέ, καὶ γὰρ οἶδα, χιλιὰς μὲν ἦν ὧν ἦγε πλῆθος· αἱ δʼ ὑπέρκομποι τάχει ἑκατὸν δὶς ἦσαν ἑπτά θʼ· ὧδʼ ἔχει λόγος." τῶν δʼ Ἀττικῶν ἑκατὸν ὀγδοήκοντα τὸ πλῆθος οὐσῶν ἑκάστη τοὺς ἀπὸ τοῦ καταστρώματος μαχομένους ὀκτωκαίδεκα εἶχεν, ὧν τοξόται τέσσαρες ἦσαν, οἱ λοιποὶ δʼ ὁπλῖται.
关于蛮族船只的数量,诗人埃斯库罗斯仿佛深知底细并以此确言,在悲剧《波斯人》中如此说道: “至于薛西斯,因我确实知晓,他所率船只 总数为一千;而以航速极著称者, 共有二百零七艘:传闻确是如此。” 而阿提卡的船只共有百八十艘,每艘在甲板上作战者有十八人,其中四名是弓箭手,其余则是重装步兵。
δοκεῖ δʼ οὐκ ἧττον εὖ τὸν καιρὸν ὁ Θεμιστοκλῆς ἢ τὸν τόπον συνιδὼν καὶ φυλάξας μὴ πρότερον ἀντιπρῴρους καταστῆσαι ταῖς βαρβαρικαῖς τὰς τριήρεις, ἢ τὴν εἰωθυῖαν ὥραν παραγενέσθαι,1 τὸ πνεῦμα λαμπρὸν ἐκ πελάγους ἀεὶ καὶ κῦμα διὰ τῶν στενῶν κατάγουσαν· ὃ τὰς μὲν Ἑλληνικὰς οὐκ ἔβλαπτε2 ναῦς ἁλιτενεῖς οὔσας καὶ ταπεινοτέρας, τὰς δὲ βαρβαρικὰς ταῖς τε πρύμναις ἀνεστώσας καὶ τοῖς καταστρώμασιν ὑψορόφους καὶ βαρείας ἐπιφερομένας ἔσφαλλε προσπῖπτον καὶ παρεδίδου πλαγίας τοῖς Ἕλλησιν ὀξέως προσφερομένοις καὶ τῷ Θεμιστοκλεῖ προσέχουσιν, ὡς ὁρῶντι μάλιστα τὸ συμφέρον, καὶ ὅτι κατʼ ἐκεῖνον3 ὁ Ξέρξου ναύαρχος Ἀριαμένης ναῦν ἔχων μεγάλην ὥσπερ ἀπὸ τείχους ἐτόξευε καὶ ἠκόντιζεν, ἀνὴρ ἀγαθὸς ὢν καὶ τῶν βασιλέως ἀδελφῶν πολὺ κράτιστός τε καὶ δικαιότατος. τοῦτον μὲν οὖν Ἀμεινίας ὁ Δεκελεὺς καὶ Σωκλῆς ὁ Παιανιεὺς ὁμοῦ πλέοντες, ὡς αἱ νῆες ἀντίπρῳροι προσπεσοῦσαι καὶ συνερείσασαι τοῖς χαλκώμασιν ἐνεσχέθησαν, ἐπιβαίνοντα τῆς αὐτῶν τριήρους ὑποστάντες καὶ τοῖς δόρασι τύπτοντες εἰς τὴν θάλασσαν ἐξέβαλον· καὶ τὸ σῶμα μετʼ ἄλλων διαφερόμενον ναυαγίων Ἀρτεμισία γνωρίσασα πρὸς Ξέρξην ἀνήνεγκεν.
地米斯托克利似乎同样敏锐地把握住了时机与地利,留意在特定的时辰到来之前,决不将己方的三列桨战船与蛮族的船只迎头相对摆开阵势;而那一惯常的时辰总会带来从外海刮来的强风以及穿过狭窄水道的海浪。这一风浪对于船身紧贴水面且吃水较低的希腊船只毫无损害,却冲击了蛮族那些船尾高耸、甲板高起且行进笨重的船只,使它们倾侧偏转,将侧舷暴露给迅速压上的希腊人。希腊人奋勇逼近并密切注视着地米斯托克利,既将他视为最能洞察战机之人,也因为正与他对峙的是薛西斯的舰队司令阿利亚墨涅斯;此人坐镇大船之上,如同居高临墙般射箭投枪,他本是一位勇士,也是大王诸兄弟中最为骁勇、最为公正之人。 于是,德刻勒亚的阿墨尼阿斯与派阿尼亚的索克勒斯一同航行,当战船迎头相撞并以铜包冲角相互咬合锁死之际,他们迎击登上了他们三列桨战船的阿利亚墨涅斯,用长矛刺中他并将其推入大海;阿尔特米西亚辨认出他那与其他船只残骸一同漂流的遗体,并将其运送回薛西斯那里。
- 14.2φυλάξας μὴ πρότερον ἀντιπρῴρους καταστῆσαι ταῖς βαρβαρικαῖς τὰς τριήρεις, ἢ τὴν εἰωθυῖαν ὥραν παραγενέσθαι
表示防备与警戒的动词分词 φυλάξας 引导带 μή 的否定从属结构,其内部通过 πρότερον ... ἤ(“在……之前 / 早于……”)连接不定式 παραγενέσθαι,意为审慎地克制,在特定时辰到来之前不对蛮族船只发起迎头交锋。
- 14.2ὃ τὰς μὲν Ἑλληνικὰς οὐκ ἔβλαπτε
中性单数关系代词 ὅ 将前文所提及的“强风与海浪”(τὸ πνεῦμα ... καὶ κῦμα)这一复合概念作为先行词予以整体指代。
- 14.2ὡς ὁρῶντι μάλιστα τὸ συμφέρον, καὶ ὅτι κατʼ ἐκεῖνον
此处为修饰分词 προσέχουσιν(注视、密切关注)的并列原因构造:由 ὡς 搭配与格分词 ὁρῶντι 表达的主观判断理由,与由 καί 连接的 ὅτι 引导的客观事实原因从句(谓语为 ἐτόξευε)相互协调,共同说明希腊战士何以紧盯地米斯托克利。
