← 普鲁塔克

地米斯托克利传

§13.1-13.3

破晓时的薛西斯与波斯王族的活人祭

黎明破晓之际,薛西斯于高处设座俯瞰舰队,而地米斯托克利则在旗舰旁祭祀;预言家欧夫兰提得斯借吉兆强令将三名波斯王族青年献祭给狄奥尼索斯,此事见于法尼亚斯的记载。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1

ἅμα δʼ ἡμέρᾳ Ξέρξης μὲν ἄνω καθῆστο τὸν στόλον ἐποπτεύων καὶ τὴν παράταξιν, ὡς μὲν Φανόδημός φησιν, ὑπὲρ τὸ Ἡράκλειον, ᾗ βραχεῖ πόρῳ διείργεται τῆς Ἀττικῆς ἡ νῆσος, ὡς δʼ Ἀκεστόδωρος, ἐν μεθορίῳ τῆς Μεγαρίδος ὑπὲρ τῶν καλουμένων Κεράτων, χρυσοῦν δίφρον θέμενος καὶ γραμματεῖς πολλοὺς παραστησάμενος, ὧν ἔργον ἦν ἀπογράφεσθαι τὰ κατὰ τὴν μάχην πραττόμενα.

黎明时分,薛西斯坐在高处俯瞰着舰队与战阵。据法诺德穆斯所说,其位置在赫拉克勒斯神庙之上,即该岛与阿提卡被一处狭窄水道隔开之地;但据阿克斯托多鲁斯所言,则是在墨伽里斯的边界、被称为“双角”的山岭之上。他安置了黄金座椅,身旁侍立着多名书吏,其职责是记录战斗中的各项行动。

§13.2

Θεμιστοκλεῖ δὲ παρὰ τὴν ναυαρχίδα τριήρη σφαγιαζομένῳ τρεῖς προσήχθησαν αἰχμάλωτοι, κάλλιστοι μὲν ἰδέσθαι τὴν ὄψιν, ἐσθῆσι δὲ καὶ χρυσῷ κεκοσμημένοι διαπρεπῶς. ἐλέγοντο δὲ Σανδαύκης παῖδες εἶναι τῆς βασιλέως ἀδελφῆς καὶ Ἀρταΰκτου. τούτους ἰδὼν Εὐφραντίδης ὁ μάντις, ὡς ἅμα μὲν ἀνέλαμψεν ἐκ τῶν ἱερῶν μέγα καὶ περιφανὲς πῦρ, ἅμα δὲ πταρμὸς ἐκ δεξιῶν ἐσήμηνε, τὸν Θεμιστοκλέα δεξιωσάμενος ἐκέλευσε τῶν νεανίσκων κατάρξασθαι1 καὶ καθιερεῦσαι πάντας ὠμηστῇ Διονύσῳ προσευξάμενον· οὕτω γὰρ ἅμα σωτηρίαν τε καὶ νίκην ἔσεσθαι τοῖς Ἕλλησιν.

另一方面,地米斯托克利在旗舰三列桨战船旁举行祭祀时,有人押来了三名俘虏。他们容貌极其俊美,衣饰与金器装点得华丽非凡。相传他们是大王的妹妹桑道刻与阿尔塔于克忒斯所生的儿子。预言家欧夫兰提得斯一见到他们,恰逢祭牲中窜起巨大而明亮的烈火,同时右侧响起了喷嚏的吉兆,他便握住地米斯托克利的手,吩咐他举行割发奠祭,并向食生肉者狄奥尼索斯祈告,将这些青年全部作为牺牲献祭;因为如此一来,希腊人便能同时获得拯救与胜利。

§13.3

ἐκπλαγέντος δὲ τοῦ Θεμιστοκλέους ὡς μέγα τὸ μάντευμα καὶ δεινόν,2 οἷον εἴωθεν ἐν μεγάλοις ἀγῶσι καὶ πράγμασι χαλεποῖς,3 μᾶλλον ἐκ τῶν παραλόγων ἤ τῶν εὐλόγων τὴν σωτηρίαν ἐλπίζοντες οἱ πολλοὶ τὸν θεὸν ἅμα κοινῇ κατεκαλοῦντο φωνῇ καὶ τοὺς αἰχμαλώτους τῷ βωμῷ προσαγαγόντες ἠνάγκασαν, ὡς ὁ μάντις ἐκέλευσε, τὴν θυσίαν συντελεσθῆναι. ταῦτα μὲν οὖν ἀνὴρ φιλόσοφος καὶ γραμμάτων οὐκ ἄπειρος ἱστορικῶν Φανίας ὁ Λέσβιος εἴρηκε.

当地米斯托克利为这道神谕的重大与骇人而深感震惊时,大众却正像在重大会战与险峻危局中常有的那样,宁愿寄望于悖离常理之举而非合乎情理之事来求得生机,于是异口同声地呼告神明,将俘虏们带到祭坛前,迫使这场献祭依照预言家的吩咐得以完成。这些事情是由哲学家兼精通史书的莱斯博斯的法尼亚斯记载下来的。

语法注3 条
  1. 13.2τῶν νεανίσκων κατάρξασθαι

    中动相动词 κατάρχομαι 为专门的祭祀用语,指“行奉献预备礼”(如剪取祭牲额毛奠祭等),支配属格宾语(τῶν νεανίσκων)。它与后文的 καὶ καθιερεῦσαι πάντας(“并将所有人全献为祭”)构成递进,体现了从献祭预备仪式到最终完成牺牲的步骤。

  2. 13.3ἐκπλαγέντος δὲ τοῦ Θεμιστοκλέους ὡς μέγα τὸ μάντευμα καὶ δεινόν

    ἐκπλαγέντος ... τοῦ Θεμιστοκλέους 为独立属格结构。ὡς 在此引导表示震惊的原因或内容,含有感叹或间接引语意味(“因神谕如此重大而骇人”),其表语谓词中省略了系动词(ὄν 或 ἦν)。

  3. 13.3οἷον εἴωθεν ἐν μεγάλοις ἀγῶσι καὶ πράγμασι χαλεποῖς

    中性关系代词/副词短语 οἷον 在此作惯用插入语,意为“正如……通常发生的那样”,εἴωθεν 之后省略了如 γίγνεσθαι 等非人称不定词。它以概括性的口吻评述危急关头大众倚仗反常之举的心态,统摄随后的分词短语 ἐλπίζοντες οἱ πολλοὶ 及主句动作。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:13.1-13.3