- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:12.1-12.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希腊联军因敌军逼近而恐慌并决定退往地峡,地米斯托克利遂派遣家仆西金诺斯向薛西斯通报假情报,诱使波斯舰队合围海峡。察觉包围的阿里斯泰德与特诺斯叛逃船赶来报信,促使希腊诸军不得不背水一战。
λέγεται δʼ ὑπό τινων τὸν μὲν Θεμιστοκλέα περὶ τούτων ἀπὸ τοῦ καταστρώματος ἄνωθεν τῆς νεὼς διαλέγεσθαι, γλαῦκα δʼ ὀφθῆναι διαπετομένην ἀπὸ δεξιᾶς τῶν νεῶν καὶ τοῖς καρχησίοις ἐπικαθίζουσαν· διὸ δὴ καὶ μάλιστα προσέθεντο τῇ γνώμῃ καὶ παρεσκευάζοντο ναυμαχήσοντες.
有人说,在地米斯托克利自船只的甲板高处论及这些事时,有人看见一只猫头鹰从舰队右方飞过,停在桅顶索具上;正因如此,众人极为赞同他的主张,并准备进行海战。
ἀλλʼ ἐπεὶ τῶν πολεμίων ὅ τε στόλος τῇ Ἀττικῇ κατὰ τὸ Φαληρικὸν προσφερόμενος τοὺς πέριξ ἀπέκρυψεν αἰγιαλούς, αὐτός τε βασιλεὺς μετὰ τοῦ πεζοῦ στρατοῦ καταβὰς ἐπὶ τὴν θάλατταν ἅθρους ὤφθη, τῶν δὲ δυνάμεων ὁμοῦ γενομένων, ἐξερρύησαν οἱ τοῦ Θεμιστοκλέους λόγοι τῶν Ἑλλήνων1 καὶ πάλιν ἐπάπταινον οἱ Πελοποννήσιοι πρὸς τὸν Ἰσθμόν, εἴ τις ἄλλο τι λέγοι χαλεπαίνοντες, ἐδόκει δὲ τῆς νυκτὸς ἀποχωρεῖν καὶ παρηγγέλλετο πλοῦς τοῖς κυβερνήταις, ἔνθα δὴ βαρέως φέρων ὁ Θεμιστοκλῆς, εἰ τὴν ἀπὸ τοῦ τόπου καὶ τῶν στενῶν προέμενοι βοήθειαν οἱ Ἕλληνες διαλυθήσονται κατὰ πόλεις,2 ἐβουλεύετο καὶ συνετίθει τὴν περὶ τὸν Σίκιννον πραγματείαν. ἦν δὲ τῷ μὲν γένει Πέρσης ὁ Σίκιννος, αἰχμάλωτος, εὔνους δὲ τῷ Θεμιστοκλεῖ καὶ τῶν τέκνων αὐτοῦ παιδαγωγός.
然而,当敌军舰队逼近阿提卡法勒隆沿海、遮蔽了四周的海滩,国王本人也率陆军下达海滨、全军毕现时,由于敌方兵力已汇聚一处,地米斯托克利的话语便从希腊人的心中退散,伯罗奔尼撒人再次频频回望地峡,若有人提出异议便心生恼怒;夜间撤退的主张遂占了上风,出航的指令也已向舵手们下达。此时,地米斯托克利因痛惜希腊人放弃地利与狭道的优势而按城邦各自解体分散,便策划并实施了关于西金诺斯的谋略。 这个西金诺斯在血统上是波斯人,身为俘虏,却对地米斯托克利忠心耿耿,是他儿女的侍从兼家庭教师。
ὃν ἐκπέμπει πρὸς τὸν Ξέρξην κρύφα, κελεύσας λέγειν, ὅτι Θεμιστοκλῆς ὁ τῶν Ἀθηναίων στρατηγὸς αἱρούμενος τὰ βασιλέως ἐξαγγέλλει πρῶτος αὐτῷ τοὺς Ἕλληνας ἀποδιδράσκοντας, καὶ διακελεύεται μὴ παρεῖναι φυγεῖν αὐτοῖς, ἀλλʼ ἐν ᾧ ταράττονται τῶν πεζῶν χωρὶς ὄντες ἐπιθέσθαι καὶ διαφθεῖραι τὴν ναυτικὴν δύναμιν.
地米斯托克利秘密将他遣往薛西斯处,令他传话说:雅典人的将领地米斯托克利倾向于效忠大王,抢先向他告发希腊人正在逃窜,并力劝大王切莫任由他们遁走,而应趁他们在脱离陆军而陷入混乱之际发起进攻,全歼其海军力量。
ταῦτα δʼ ὁ Ξέρξης ὡς ἀπʼ εὐνοίας λελεγμένα δεξάμενος ἥσθη, καὶ τέλος εὐθὺς ἐξέφερε πρὸς τοὺς ἡγεμόνας τῶν νεῶν, τὰς μὲν ἄλλας πληροῦν3 καθʼ ἡσυχίαν, διακοσίαις δʼ ἀναχθέντας ἤδη περιβαλέσθαι τὸν πόρον ἐν κύκλῳ πάντα καὶ διαζῶσαι τὰς νήσους, ὅπως ἐκφύγοι μηδεὶς τῶν πολεμίων.
薛西斯以为这番话是出于好意而欣然采纳,随即向舰长们下达命令:其余战船从容满员配备,但即刻派出两百艘战船出航,四下合围整个海峡,封锁各岛屿,务使敌军无一人漏网。
τούτων δὲ πραττομένων Ἀριστείδης ὁ Λυσιμάχου πρῶτος αἰσθόμενος ἧκεν ἐπὶ τὴν σκηνὴν τοῦ Θεμιστοκλέους, οὐκ ὢν φίλος, ἀλλὰ καὶ διʼ ἐκεῖνον ἐξωστρακισμένος, ὥσπερ εἴρηται· προελθόντι δὲ τῷ Θεμιστοκλεῖ φράζει τὴν κύκλωσιν. ὁ δὲ τήν τε ἄλλην καλοκαγαθίαν τοῦ ἀνδρὸς εἰδὼς καὶ τῆς τότε παρουσίας ἀγάμενος λέγει τὰ περὶ τὸν Σίκιννον αὐτῷ καὶ παρεκάλει τῶν Ἑλλήνων συνεπιλαμβάνεσθαι καὶ συμπροθυμεῖσθαι πίστιν ἔχοντα μᾶλλον,4 ὅπως ἐν τοῖς στενοῖς ναυμαχήσωσιν.
正当这些指令落实之际,吕西马库斯之子阿里斯泰德最先察觉到这一动向,来到地米斯托克利的营帐前——他并非其友人,反倒如前文所述是因他而遭放逐的;在地米斯托克利出来后,他向其告知了被包围的情形。地米斯托克利深知此人格调素来高尚,又钦佩他此时的到来,便向他吐露了有关西金诺斯的实情,并恳请他一同做希腊人的工作、共竭热忱,因他享有更高的威信,好促成他们在狭道内进行海战。
ὁ μὲν οὖν Ἀριστείδης ἐπαινέσας τὸν Θεμιστοκλέα τοὺς ἄλλους ἐπῄει στρατηγοὺς καὶ τριηράρχους ἐπὶ τὴν μάχην παροξύνων. ἔτι δʼ ὅμως ἀπιστούντων ἐφάνη Τηνία τριήρης αὐτόμολος, ἧς ἐναυάρχει Παναίτιος, ἀπαγγέλλουσα τὴν κύκλωσιν, ὥστε καὶ θυμῷ τοὺς Ἕλληνας ὁρμῆσαι μετὰ τῆς ἀνάγκης πρὸς τὸν κίνδυνον.
于是阿里斯泰德称赞了地米斯托克利,走访其他将领和三列桨战船长,激励他们迎战。然而在众人仍半信半疑之际,一艘由帕奈提乌斯指挥的特诺斯叛逃战船赶到,通报了受困的消息,希腊人遂在必然形势与满腔斗志的双重驱使下,毅然迎向了危难。
- 12.2ἐξερρύησαν οἱ τοῦ Θεμιστοκλέους λόγοι τῶν Ἑλλήνων
属格 τῶν Ἑλλήνων 在动词 ἐξερρύησαν(流出、脱落)之后作分离属格使用,比喻地米斯托克利的话语从希腊人的心念中流逝瓦解。
- 12.3εἰ τὴν ἀπὸ τοῦ τόπου καὶ τῶν στενῶν προέμενοι βοήθειαν οἱ Ἕλληνες διαλυθήσονται κατὰ πόλεις
该 εἰ 从句接在表示情感的 βαρέως φέρων(痛惜、忧虑)之后,并非纯粹的假设,而是作表示担忧内容的宾语从句(“忧虑希腊人恐将舍弃……并各自散去”),谓语使用直陈式将来时 διαλυθήσονται。
- 12.4καὶ τέλος εὐθὺς ἐξέφερε πρὸς τοὺς ἡγεμόνας τῶν νεῶν, τὰς μὲν ἄλλας πληροῦν ...
τέλος ἐκφέρειν 意为“下达决定/指令”。其后接的动词不定式 πληροῦν、περιβαλέσθαι 和 διαζῶσαι 作间接命令的不定式,表达指令的具体内容。
- 12.6παρεκάλει τῶν Ἑλλήνων συνεπιλαμβάνεσθαι καὶ συμπροθυμεῖσθαι πίστιν ἔχοντα μᾶλλον
宾格分词短语 πίστιν ἔχοντα μᾶλλον 修饰 παρεκάλει 省略的宾语(即阿里斯泰德),说明其原委:“因他(阿里斯泰德)享有更高的信任”。
