- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:11.1-11.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
地米斯托克利促成取消对阿里斯泰德等流亡者的放逐,并在随后的军事会议上以机智言辞和坚定威慑阻止了欧律比亚德率舰队后撤,力保在萨拉米斯决战。
ταῦτά τε δὴ μεγάλα τοῦ Θεμιστοκλέους,1 καὶ τοὺς πολίτας αἰσθόμενος ποθοῦντας Ἀριστείδην καὶ δεδιότας, μὴ διʼ ὀργὴν τῷ βαρβάρῳ προσθεὶς ἑαυτὸν ἀνατρέψῃ τὰ πράγματα τῆς Ἑλλάδος (ἐξωστράκιστο γὰρ πρὸ τοῦ πολέμου καταστασιασθεὶς ὑπὸ Θεμιστοκλέους), γράφει ψήφισμα, τοῖς ἐπὶ χρόνῳ μεθεστῶσιν2 ἐξεῖναι κατελθοῦσι πράττειν καὶ λέγειν τὰ βέλτιστα τῇ Ἑλλάδι μετὰ τῶν ἄλλων πολιτῶν.
这些委实是地米斯托克利的伟大功勋;而当他觉察到市民们思念阿里斯泰德,并担忧他会因愤恨而投奔蛮族以倾覆希腊大局时(因阿里斯泰德在战前因党派倾轧败给地米斯托克利而遭陶片放逐),他便起草了一项决议:准许那些被限期流放的人返回,与其他市民一道为希腊的最高利益行事与进言。
Εὐρυβιάδου δὲ τὴν μὲν ἡγεμονίαν τῶν νεῶν ἔχοντος διὰ τὸ τῆς Σπάρτης ἀξίωμα, μαλακοῦ δὲ περὶ τὸν κίνδυνον ὄντος, αἴρειν δὲ βουλομένου καὶ πλεῖν ἐπὶ τὸν Ἰσθμόν, ὅπου καὶ τὸ πεζὸν ἤθροιστο τῶν Πελοποννησίων, ὁ Θεμιστοκλῆς ἀντέλεγεν· ὅτε καὶ τὰ μνημονευόμενα λεχθῆναί φασι. τοῦ γὰρ Εὐρυβιάδου πρὸς αὐτὸν εἰπόντος· ὦ Θεμιστόκλεις, ἐν τοῖς ἀγῶσι τοὺς προεξανισταμένους ῥαπίζουσι, ναὶ, εἶπεν ὁ Θεμιστοκλῆς, ἀλλὰ τοὺς ἀπολειφθέντας οὐ στεφανοῦσιν.
此外,欧律比亚德因斯巴达的威望而执掌舰队统帅权,但在危险面前却畏缩退避,企图起航驶往地峡——彼处正是伯罗奔尼撒人陆军集结之所。地米斯托克利对此极力反对,据说那些传世的名言便是在此时道出的。当时欧律比亚德对他说: “地米斯托克利啊,在竞技比赛中,抢先起跑者是要挨鞭子的,” “确实如此,”地米斯托克利说,“可是落在后面的人也得不到桂冠。”
ἐπαραμένου δὲ τὴν βακτηρίαν ὡς πατάξοντος, ὁ Θεμιστοκλῆς ἔφη· πάταξον μέν, ἄκουσον δέ. θαυμάσαντος δὲ τὴν πρᾳότητα τοῦ Εὐρυβιάδου καὶ λέγειν κελεύσαντος, ὁ μὲν Θεμιστοκλῆς ἀνῆγεν αὐτὸν ἐπὶ τὸν λόγον. εἰπόντος δέ τινος, ὡς ἀνὴρ ἄπολις οὐκ ὀρθῶς διδάσκει τοὺς ἔχοντας ἐγκαταλιπεῖν καὶ προέσθαι τὰς πατρίδας, ὁ Θεμιστοκλῆς ἐπιστρέψας τὸν λόγον· ἡμεῖς τοι, εἶπεν, ὦ μοχθηρέ, τὰς μὲν οἰκίας καὶ τὰ τείχη καταλελοίπαμεν, οὐκ ἀξιοῦντες ἀψύχων ἕνεκα δουλεύειν, πόλις δʼ ἡμῖν ἔστι μεγίστη τῶν Ἑλληνίδων, αἱ διακόσιαι τριήρεις, αἳ νῦν μὲν ὑμῖν παρεστᾶσι βοηθοὶ σώζεσθαι διʼ αὐτῶν βουλομένοις, εἰ δʼ ἄπιτε δεύτερον ἡμᾶς προδόντες, αὐτίκα πεύσεταί τις Ἑλλήνων Ἀθηναίους καὶ πόλιν ἐλευθέραν καὶ χώραν οὐ χείρονα κεκτημένους ἧς ἀπέβαλον.
欧律比亚德举起手杖欲击打他时,地米斯托克利说: “打吧,但请听我说。” 欧律比亚德为其平和所折服,命他直言,地米斯托克利便引他回到正题。然而有人插话说,一个失去城邦的人,不配教导那些拥有祖国的人去舍弃并出卖自己的家园;地米斯托克利随即反唇相讥: “该死的家伙,”他说,“我们的确舍弃了房屋和城墙,因为我们不愿为无生命之物而沦为奴隶;但我们拥有一座全希腊最大的城邦,那就是这两百艘三列桨战船。它们如今就驻泊在你们身旁,随时援助那些意欲借此得救之人;倘若你们再次背叛我们而退走,任何希腊人旋即都会得知,雅典人已经赢得了一座自由的城邦,以及一片丝毫不逊于他们所抛弃之地的疆土。”
ταῦτα τοῦ Θεμιστοκλέους εἰπόντος ἔννοια καὶ δέος ἔσχε τὸν Εὐρυβιάδην τῶν Ἀθηναίων, μὴ σφᾶς ἀπολείποντες οἴχονται.3 τοῦ δʼ Ἐρετριέως πειρωμένου τι λέγειν πρὸς αὐτόν, ἦ γάρ, ἔφη, καὶ ὑμῖν περὶ πολέμου τίς ἐστι λόγος, οἳ καθάπερ αἱ τευθίδες μάχαιραν μὲν ἔχετε,4 καρδίαν δὲ οὐκ ἔχετε;
地米斯托克利言毕,欧律比亚德心中对雅典人产生了疑惧,唯恐他们弃己而去。当那位埃雷特里亚人试图向他反驳时,地米斯托克利说: “当真吗? 你们这些宛如乌贼般空有鞘刀(内壳)却无心肝(勇气)的人,对战争又有何发言权?”
- 11.1ταῦτά τε δὴ μεγάλα τοῦ Θεμιστοκλέους
省略系动词(如 ἦν)的不完全句。属格 τοῦ Θεμιστοκλέους 作表语属格,表示所属或特征(“这些确实是地米斯托克利的伟绩”)。随后通过 καί 连接分词短语 αἰσθόμενος 及主动词 γράφει,主语承前转换为地米斯托克利本人。
- 11.1τοῖς ἐπὶ χρόνῳ μεθεστῶσιν
介词短语 ἐπὶ χρόνῳ 意为“有期限地、暂且”。μεθεστῶσιν 是动词 μεθίστημι 的完成时主动分词与格阳性复数,取不及物义“离去、迁居、被流放”。此处特指遭陶片放逐者,体现了陶片放逐法规定流放期为十年而非终身流放的法律特征。
- 11.5δέος ἔσχε τὸν Εὐρυβιάδην τῶν Ἀθηναίων, μὴ σφᾶς ἀπολείποντες οἴχονται
τῶν Ἀθηναίων 是依赖于表示恐惧的名词 δέος 的宾格性属格(“对雅典人的恐惧/担忧”)。随后的 μὴ ... οἴχονται 是由 μή 引导的惧怕从句;动词 οἴχονται 使用直说语气现在时,强调了所担忧之事迫在眉睫的现实可能性与生动性。
- 11.5μάχαιραν μὲν ἔχετε, καρδίαν δὲ οὐκ ἔχετε
利用双关语构成的讽刺比喻。希腊语中头足类动物(乌贼 τευθίς)体内的软骨/角质内壳俗称为 μάχαιρα(“短剑/鞘刀”);同时这类动物缺乏解剖学意义上的脊椎动物“心脏(καρδία)”,而 καρδία 在转义上又指“勇气、胆魄”。因此此语双关讽刺埃雷特里亚人虽配有武器却毫无胆量。
