- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:9.1-9.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述了关于占领萨拉米斯的另一异说:梭伦遵照德尔斐神谕祭祀本地英雄,率五百名志愿者借助俘获的敌船奇袭夺城,并指出当地现存的宗教仪式印证了这一记载。
ἄλλοι δέ φασιν οὐ τοῦτον τὸν τρόπον γενέσθαι τὴν κατάληψιν, ἀλλὰ πρῶτον μὲν αὐτῷ τὸν ἐν Δελφοῖς θεὸν χρῆσαι· "ἀρχηγοὺς χώρας θυσίαις ἥρωας ἐνοίκους ἵλασο, τοὺς κόλποις Ἀσωπιὰς ἀμφικαλύπτει, οἳ φθίμενοι δέρκονται ἐς ἠέλιον δύνοντα·" τὸν δὲ Σόλωνα διαπλεύσαντα νυκτὸς εἰς τὴν νῆσον ἐντεμεῖν σφάγια1 Περιφήμῳ καὶ Κυχρεῖ τοῖς ἥρωσιν.
但另有人说,攻取该岛并非通过这种方式,而是德尔斐的神明首先向他降下了神谕: “当以祭品抚慰该地的领袖、居于本土的英雄们, 阿索庇斯的大地怀抱将他们覆护, 他们虽已身故,却仍凝望着西沉的太阳。” 据说梭伦趁夜航行至该岛,向佩里斐摩斯和库克柔斯两位英雄宰杀祭牲献祭。
εἶτα παρὰ τῶν Ἀθηναίων ἐθελοντὰς λαβεῖν πεντακοσίους, δόγματος γενομένου τούτους, ἄν κατασχῶσι τὴν νῆσον, κυρίους εἶναι τοῦ πολιτεύματος.2 ἀναχθέντα δὲ συχναῖς ἁλιάσιν ἅμα τριακοντόρου συμπαραπλεούσης ὑφορμίσασθαι τῇ Σαλαμῖνι κατὰ χηλήν τινα πρὸς τὴν Εὔβοιαν ἀποβλέπουσαν. πυθομένους δὲ τοὺς ἐν Σαλαμῖνι Μεγαρεῖς ἔκ τινος φήμης οὐδὲν βέβαιον, αὐτοὺς μὲν εἰς τὰ ὅπλα θορυβουμένους βαδίζειν, ναῦν δʼ ἀποστεῖλαι κατασκεψομένην τῶν πολεμίων·
随后,他从雅典人中召集了五百名志愿军,此前已有一项法令通过,规定这批人若占领该岛,便将成为政权的掌握者。他率领多艘渔船,并由一艘三十桨战船护航出海,在萨拉米斯岛一处面向优卑亚岛方向突出的岬角暗中抛锚。岛上的麦加拉人从一些传言中得知了并不确凿的消息,便自乱阵脚地仓皇奔向武器,并派出一艘战船去探察敌情。
ἧς ἐγγὺς ἐλθούσης κρατῆσαι τὸν Σόλωνα καὶ καθεῖρξαι τοὺς Μεγαρεῖς. ἐμβιβάσαι δὲ τῶν Ἀθηναίων τοὺς κρατίστους κελεύσαντα πλεῖν ἐπὶ τὴν πόλιν, ὡς ἂν ἐνδέχηται μάλιστα κρύπτοντας ἑαυτούς· ἅμα δὲ τοὺς ἄλλους Ἀθηναίους ἀναλαβόντα πεζῇ συμφέρεσθαι τοῖς Μεγαρεῦσι· καὶ τῆς μάχης ἔτι συνεστώσης φθάσαι τοὺς ἀπὸ τῆς νεὼς καταλαβόντας τὴν πόλιν.3
当敌船靠近时,梭伦控制了该船并将麦加拉人关押起来。他让最骁勇的雅典人登上该船,命令他们尽量隐匿行踪向城邦航行;与此同时,他率领其余的雅典人徒步与麦加拉人交锋;正当激战正酣之际,乘船而来的人抢先一步占领了城池。
ἔοικε δὲ τῷ λόγῳ τούτῳ καὶ τὰ δρώμενα μαρτυρεῖν. ναῦς γάρ τις Ἀττικὴ προσέπλει σιωπῇ τὸ πρῶτον, εἶτα κραυγῇ καὶ ἀλαλαγμῷ προσφερομένων εἷς ἀνήρ ἔνοπλος ἐξαλλόμενος μετὰ βοῆς ἔθει πρὸς ἄκρον τὸ Σκιράδιον ἐκ γῆς προσφερομένοις.4 πλησίον δὲ τοῦ Ἐνυαλίου τὸ ἱερόν ἐστιν ἱδρυσαμένου Σόλωνος. ἐνίκησε γὰρ τοὺς Μεγαρέας, καὶ ὅσοι μὴ διεφθάρησαν ἐν τῇ μάχῃ, πάντας ὑποσπόνδους ἀφῆκεν.
所举行的祭祀仪式似乎也印证了这一记载。因为过去会有一艘阿提卡的船只起初静默驶近,随后伴随着呐喊与战嚎逼近,一名全副武装的男子呼喊着纵身跳出,奔向斯基拉狄昂岬角,迎击从陆地上冲来的人群。在附近有一座战神厄倪阿利奥斯的神庙,是梭伦所建;因为他击溃了麦加拉人,并将所有未在战斗中阵亡的人依照条约全部释放。
- 9.1ἐντεμεῖν σφάγια
动词 ἐντέμνω 意为“割喉献祭”,是针对地下冥神或死后英雄的专有祭祀术语(通常将祭牲之血注入土坑或渗入大地)。在此处它与英雄的与格 Περιφήμῳ καὶ Κυχρεῖ 搭配,指抚慰萨拉米斯本土英雄之灵的冥界祭仪。
- 9.2δόγματος γενομένου τούτους, ἄν κατασχῶσι τὴν νῆσον, κυρίους εἶναι τοῦ πολιτεύματος
结构复杂的复合句:δόγματος γενομένου 为独立属格结构,其后接宾格加不定式短语(τούτους... κυρίους εἶναι...)作为法令(δόγμα)的具体同位解释内容;而在该不定式结构内部,又嵌入了一个带虚拟语气的条件从句 ἄν κατασχῶσι τὴν νῆσον。
- 9.3φθάσαι τοὺς ἀπὸ τῆς νεὼς καταλαβόντας τὴν πόλιν
动词 φθάνω 与补足分词 καταλαβόντας 连用的固定句型,意为“抢先……”、“先于……采取行动”。在此处指从伪装船上下来的雅典士兵(τοὺς ἀπὸ τῆς νεώς)抢在陆上激战结束之前先行攻占了城邦。
- 9.4προσφερομένων εἷς ἀνήρ ἔνοπλος ἐξαλλόμενος μετὰ βοῆς ἔθει πρὸς ἄκρον τὸ Σκιράδιον ἐκ γῆς προσφερομένοις
句式紧凑且分词多层修饰的结构。开头的 προσφερομένων 是带省略主语(指船上逼近的人员)的独立属格(意为“在他们逼近时”)。主句为主干 εἷς ἀνήρ ἔνοπλος... ἔθει(“一名全副武装的男子奔跑”),句末的 ἐκ γῆς προσφερομένοις 则是与格分词短语,充当 ἔθει 奔跑的相对方向或迎击对象(“迎向从陆上冲来的人群”)。
