← 普鲁塔克

梭伦传

§10.1-10.4

斯巴达的仲裁与梭伦论证萨拉米斯归属

在萨拉米斯岛争端陷入僵局之际,雅典与麦加拉将纠纷提交斯巴达仲裁,梭伦援引荷马史诗诗句、埃阿斯诸子的谱系以及埋葬习俗来论证雅典的主权归属。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

οὐ μὴν ἀλλὰ τῶν Μεγαρέων ἐπιμενόντων πολλὰ κακὰ καὶ δρῶντες ἐν τῷ πολέμῳ καὶ πάσχοντες, ἐποιήσαντο1 Λακεδαιμονίους διαλλακτὰς καὶ δικαστάς. οἱ μὲν οὖν πολλοὶ τῷ Σόλωνι συναγωνίσασθαι λέγουσι τὴν Ὁμήρου δόξαν· ἐμβαλόντα γὰρ αὐτὸν ἔπος εἰς νεῶν κατάλογον ἐπὶ τῆς δίκης ἀναγνῶναι· "Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας, στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες."

尽管如此,由于麦加拉人毫不退让,双方在战争中互有重大的杀伤和损失,于是他们推举拉刻代蒙人担任调停者和裁判官。多数人认为,荷马的名望在争端中助了梭伦一臂之力;据说他将一行诗句插入《战舰目录》,并在审判中诵读: “大埃阿斯自萨拉米斯率领十二艘战船, 领来停泊在雅典人军队列阵的地方。”

§10.2

αὐτοὶ δʼ Ἀθηναῖοι ταῦτα μὲν οἴονται φλυαρίαν εἶναι, τὸν δὲ Σόλωνά φασιν ἀποδεῖξαι τοῖς δικασταῖς ὅτι Φιλαῖος καὶ Εὐρυσάκης, Αἴαντος υἱοί, Ἀθήνησι πολιτείας μεταλαβόντες παρέδοσαν τὴν νῆσον αὐτοῖς, καὶ κατῴκησαν ὁ μὲν ἐν Βραυρῶνι τῆς Ἀττικῆς, ὁ δὲ ἐν Μελίτῃ· καὶ δῆμον ἐπώνυμον Φιλαίου τῶν Φιλαϊδῶν ἔχουσιν, ὅθεν ἦν Πεισίστρατος.

但雅典人自己认为这纯属无稽之谈,并称梭伦向裁判官们指明:埃阿斯之子斐莱奥斯和欧律萨克斯在雅典获得公民权后,将该岛移交给了他们,此后一人定居在阿提卡的布劳隆,另一人定居在迈利忒;雅典人还有一个以斐莱奥斯命名的斐莱代德谟,庇西特拉图便出自该地。

§10.3

ἔτι δὲ μᾶλλον ἐξελέγξαι τοὺς Μεγαρέας βουλόμενον ἰσχυρίσασθαι περὶ τῶν νεκρῶν ὡς οὐχ ὃν τρόπον ἐκεῖνοι θάπτουσι κεκηδευμένων, ἀλλʼ ὃν αὐτοί.2 θάπτουσι δὲ Μεγαρεῖς πρὸς ἕω τοὺς νεκροὺς στρέφοντες, Ἀθηναῖοι δὲ πρὸς ἑσπέραν. Ἡρέας δὲ ὁ Μεγαρεὺς ἐνιστάμενος λέγει καὶ Μεγαρεῖς πρὸς ἑσπέραν τετραμμένα τὰ σώματα τῶν νεκρῶν τιθέναι· καὶ μεῖζον ἔτι τούτου,3 μίαν ἕκαστον Ἀθηναίων ἔχειν θήκην, Μεγαρέων δὲ καὶ τρεῖς καὶ τέσσαρας ἐν μιᾷ κεῖσθαι.

梭伦为了更进一步驳倒麦加拉人,就死者问题坚称,他们的安葬方式并非如对方所为,而是依从雅典人自己的习俗。麦加拉人安葬死者时使其面向东方,而雅典人则面向西方。然而麦加拉人赫勒阿斯反驳说,麦加拉人安置死者的遗体也是面向西方的;而且比这更有力的是,雅典人每人独占一座墓穴,而麦加拉人往往三四人同葬一穴。

§10.4

τῷ μέντοι Σόλωνι καὶ Πυθικούς τινας βοηθῆσαι λέγουσι χρησμούς, ἐν οἷς ὁ θεὸς Ἰαονίαν τὴν Σαλαμῖνα προσηγόρευσε. ταύτην τὴν δίκην ἐδίκασαν Σπαρτιατῶν πέντε ἄνδρες, Κριτολαΐδας, Ἀμομφάρετος, Ὑψηχίδας, Ἀναξίλας, Κλεομένης.

据说,几条皮托的神谕也帮助了梭伦,在这些神谕中神明将萨拉米斯称为“爱奥尼亚的”。参与该案裁决的斯巴达人共有五位:克里托莱达斯、阿蒙法瑞托斯、许普色基达斯、阿纳克西拉斯和克勒奥墨涅斯。

语法注3 条
  1. 10.1πολλὰ κακὰ καὶ δρῶντες ἐν τῷ πολέμῳ καὶ πάσχοντες, ἐποιήσαντο

    在独立属格结构 τῶν Μεγαρέων ἐπιμενόντων 之后,紧接着主格分词短语 πολλὰ κακὰ καὶ δρῶντες... καὶ πάσχοντες。主要动词 ἐποιήσαντο 的主语在形式上未写明,但由上下文可知指“雅典人与麦加拉人双方”。该主格分词短语修饰这一隐含的共同主语,表明双方在战争中互有攻守、互受创伤。

  2. 10.3ὡς οὐχ ὃν τρόπον ἐκεῖνοι θάπτουσι κεκηδευμένων, ἀλλʼ ὃν αὐτοί

    介词短语 περὶ τῶν νεκρῶν 附属于动词 ἰσχυρίσασθαι,其后接 ὡς 引导的属格分词 κεκηδευμένων,用以表达主张的具体内容。后半句 ἀλλʼ ὃν αὐτοί 承接前面的关系从句 ὃν τρόπον ἐκεῖνοι θάπτουσι,省略了动词 θάπτουσι 及分词 κεκηδευμένων,构成对偶对照结构。

  3. 10.3καὶ μεῖζον ἔτι τούτου

    作为同位语或副词性宾格短语(句宾格)插入句中,意为“比这更为重大的是”,用以强调并引出随后的宾格不定式从句(μίαν ἕκαστον... ἔχειν, κεῖσθαι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:10.1-10.4