← 普鲁塔克

梭伦传

§8.1-8.6

梭伦吟诗宣战与奇袭夺取萨拉米斯

梭伦装疯在广场朗诵诗作促使雅典废除了禁止争夺萨拉米斯的法令,随后借助让年轻男子男扮女装的奇策诱歼麦加拉军队并夺取了该岛。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

ἐπεὶ δὲ μακρόν τινα καὶ δυσχερῆ πόλεμον οἱ ἐν ἄστει περὶ τῆς Σαλαμινίων νήσου Μεγαρεῦσι πολεμοῦντες ἐξέκαμον, καὶ νόμον ἔθεντο μήτε γράψαι τινὰ μήτʼ εἰπεῖν αὖθις ὡς χρὴ τὴν πόλιν ἀντιποιεῖσθαι τῆς Σαλαμῖνος, ἢ θανάτῳ ζημιοῦσθαι,1 βαρέως φέρων τὴν ἀδοξίαν ὁ Σόλων, καὶ τῶν νέων ὁρῶν πολλοὺς δεομένους ἀρχῆς ἐπὶ τὸν πόλεμον, αὐτοὺς δὲ μὴ θαρροῦντας ἄρξασθαι διὰ τὸν νόμον, ἐσκήψατο μὲν ἔκστασιν τῶν λογισμῶν, καὶ λόγος εἰς τὴν πόλιν ἐκ τῆς οἰκίας διεδόθη παρακινητικῶς ἔχειν αὐτόν, ἐλεγεῖα δὲ κρύφα συνθεὶς καὶ μελετήσας ὥστε λέγειν ἀπὸ στόματος, ἐξεπήδησεν εἰς τὴν ἀγορὰν ἄφνω πιλίδιον περιθέμενος. ὄχλου δὲ πολλοῦ συνδραμόντος ἀναβὰς ἐπὶ τὸν τοῦ κήρυκος λίθον ἐν ᾠδῇ διεξῆλθε τὴν ἐλεγείαν, ἧς ἐστιν ἀρχή· "αὐτὸς κῆρυξ ἦλθον ἀφʼ ἱμερτῆς Σαλαμῖνος, κόσμον ἐπέων ᾠδὴν ἀντʼ ἀγορῆς θέμενος.2"

城里的居民因与麦加拉人为争夺萨拉米斯岛而进行的漫长且艰难的战争疲惫不堪,于是立下一条法令,规定任何人不得再以书面提议或口头宣称城邦应当收复萨拉米斯,违者处以死刑。梭伦难以忍受这一耻辱,又见许多年轻人渴望有由头重开战端,却因法令而不敢带头行动,便假装精神失常。随后,他家中向城里传出话来,说他神智错乱;同时他暗中创作了哀歌,并熟加背诵以便能够脱口而出,接着便突然头戴毡帽跃入广场。大批民众闻风赶来,他登上了传令官的石台,用歌声吟唱了这首哀歌,其开头是这样的:‘我自己作为使者,从秀美的萨拉米斯而来,以一首辞采典雅的歌诗,替代了集市上的演说。’

§8.3

τοῦτο τὸ ποίημα Σαλαμὶς ἐπιγέγραπται καὶ στίχων ἑκατόν ἐστι, χαριέντως πάνυ πεποιημένον. τότε δὲ ᾀσθέντος αὐτοῦ καὶ τῶν φίλων τοῦ Σόλωνος ἀρξαμένων ἐπαινεῖν, μάλιστα δὲ τοῦ Πεισιστράτου τοῖς πολίταις ἐγκελευομένου καὶ παρορμῶντος πεισθῆναι τῷ λέγοντι, λύσαντες τὸν νόμον αὖθις ἥπτοντο τοῦ πολέμου, προστησάμενοι τὸν Σόλωνα.

这首诗题为《萨拉米斯》,共一百行,作得极其优美典雅。当时此诗唱毕,梭伦的朋友们便纷纷赞扬,尤其是庇西特拉图更竭力号召市民并激励他们听从发言者的话,于是他们废除了法令,重新投身战争,并推举梭伦为主帅。

§8.4

τὰ μὲν οὖν δημώδη τῶν λεγομένων τοιαῦτʼ ἐστίν, ὅτι πλεύσας ἐπὶ Κωλιάδα μετὰ τοῦ Πεισιστράτου, καὶ καταλαβὼν αὐτόθι πάσας τὰς γυναῖκας τῇ Δήμητρι τὴν πάτριον θυσίαν ἐπιτελούσας, ἔπεμψεν ἄνδρα πιστὸν εἰς Σαλαμῖνα προσποιούμενον αὐτόμολον εἶναι, κελεύοντα τοὺς Μεγαρεῖς, εἰ βούλονται τῶν Ἀθηναίων τὰς πρώτας λαβεῖν γυναῖκας, ἐπὶ Κωλιάδα μετʼ αὐτοῦ πλεῖν τὴν ταχίστην.

流传于民间的传闻大致如下:梭伦与庇西特拉图乘船前往科利亚斯岬角,发现那里的所有妇女正在向德墨忒尔献上祖传的祭仪,便派遣一位心腹伪装成逃兵前往萨拉米斯,告知麦加拉人若想俘获雅典地位最高的贵妇,便随他以最快速度航向科利亚斯。

§8.5

ὡς δὲ πεισθέντες οἱ Μεγαρεῖς ἄνδρας ἐξέπεμψαν ἐν τῷ πλοίῳ καὶ κατεῖδεν ὁ Σόλων τὸ πλοῖον ἐλαυνόμενον ἀπὸ τῆς νήσου, τὰς μὲν γυναῖκας ἐκποδὼν ἀπελθεῖν ἐκέλευσε, τῶν δὲ νεωτέρων τοὺς μηδέπω γενειῶντας ἐνδύμασι καὶ μίτραις καὶ ὑποδήμασι τοῖς ἐκείνων σκευασαμένους καὶ λαβόντας ἐγχειρίδια κρυπτὰ παίζειν καὶ χορεύειν προσέταξε πρὸς τῇ θαλάσσῃ, μέχρις ἂν ἀποβῶσιν οἱ πολέμιοι καὶ γένηται τὸ πλοῖον ὑποχείριον.

麦加拉人信以为真,便派出一船人马;当梭伦看到该船自岛上划来时,便命妇女们退避离开,而命令尚未蓄须的年轻男子穿戴上她们的衣裳、发带和鞋履,暗藏短剑,在海边嬉戏跳舞,直至敌人登陆且敌船落入他们掌控之中。

§8.6

οὕτω δὴ τούτων πραττομένων, ὑπαχθέντες οἱ Μεγαρεῖς τῇ ὄψει καὶ προσμίξαντες ἐγγύς, ἐξεπήδων ὡς ἐπὶ γυναῖκας, ἁμιλλώμενοι πρὸς ἀλλήλους, ὥστε μηδένα διαφυγεῖν, ἀλλὰ πάντας ἀπολέσθαι, καὶ τὴν νῆσον ἐπιπλεύσαντας εὐθὺς ἔχειν τοὺς Ἀθηναίους.3

计策如此施行,麦加拉人被眼前的景象所蒙蔽,靠岸贴近后,争先恐后地跳出船舱扑向他们以为的妇人;结果无一人漏网,全军覆没,雅典人随即乘船航向该岛,一举将其占领。

语法注3 条
  1. 8.1ἢ θανάτῳ ζημιοῦσθαι

    被动不定式通过连接词 ἤ 与前文依附于 νόμον ἔθεντο 的否定禁令不定式(μήτε γράψαι τινὰ μήτʼ εἰπεῖν...)相并列,表示法规中的罚则条款,意为“否则处以死刑”。

  2. 8.2κόσμον ἐπέων ᾠδὴν ἀντʼ ἀγορῆς θέμενος

    ᾠδήν 作分词 θέμενος 的直接宾语,κόσμον ἐπέων 为其同格修饰语(诗句的优美排列/辞采)。ἀγορή 取其荷马式的古义“集会演说/散文说辞”,与 ᾠδή(歌咏/诗歌)形成鲜明对照。

  3. 8.6καὶ τὴν νῆσον ἐπιπλεύσαντας εὐθὺς ἔχειν τοὺς Ἀθηναίους

    由引导结果从句的 ὥστε 所统领的“宾格加不定式”结构。宾格逻辑主语 τοὺς Ἀθηναίους 与过去时分词 ἐπιπλεύσαντας 保持性数格一致,而带宾语 τὴν νῆσον 的不定式 ἔχειν 则受 ὥστε 统领。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:8.1-8.6