- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:7.1-7.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文段批判了因害怕失去而逃避婚姻与获取必要之物的态度,指出拥有热爱本能的灵魂若缺乏理性训练便会陷入极度悲痛,强调唯有理性才是抵御不幸的真正防线。
ἄτοπος δὲ καὶ ἀγεννὴς ὁ τῷ φόβῳ τῆς ἀποβολῆς τὴν κτῆσιν ὧν χρὴ προϊέμενος· οὕτω γὰρ ἄν τις οὐ πλοῦτον, οὐ δόξαν, οὐ σοφίαν ἀγαπήσειε παραγενομένην, δεδιὼς στέρεσθαι. καὶ γὰρ ἀρετήν, ἧς κτῆμα μεῖζον οὐδὲν οὐδʼ ἥδιον, ἐξισταμένην ὑπὸ νόσων καὶ φαρμάκων ὁρῶμεν· αὐτῷ τε Θαλῇ μὴ γήμαντι πλέον οὐδὲν εἰς ἀφοβίαν, εἰ μὴ καὶ φίλων κτῆσιν ἔφυγε καὶ οἰκείων καὶ πατρίδος.1
然而,因害怕失去而放弃获取所必需之物的人是荒唐且卑劣的;因为照这样看来,人就会因为害怕失去,而不会去珍视财富、名誉,乃至来到身边的智慧。事实上,即使是美德这件再伟大、再惬意不过的拥有物,我们也会看到它因疾病和药物而丧失;对于泰勒斯本人而言,倘若他不连同朋友、亲属和城邦的获得一并逃避,那么即便他不结婚,对于免于恐惧也毫无补益。
ἀλλὰ καὶ παῖδα θετὸν ἔσχε ποιησάμενος αὐτὸς τὸν τῆς ἀδελφῆς, ὥς φασι, Κύβισθον. ἐχούσης γάρ τι τῆς ψυχῆς ἀγαπητικὸν ἐν ἑαυτῇ καὶ πεφυκυίας, ὥσπερ αἰσθάνεσθαι καὶ διανοεῖσθαι καὶ μνημονεύειν, οὕτω καὶ φιλεῖν, ἐνδύεταί τι τούτῳ καὶ προσφύεται τῶν ἐκτὸς οἷς οἰκεῖον οὐδέν ἐστιν,2 καὶ καθάπερ οἶκον ἢ χώραν γνησίων ἔρημον διαδόχων, τὸ φιλόστοργον ἀλλότριοι καὶ νόθοι παῖδες ἢ θεράποντες εἰσοικισάμενοι καὶ καταλαβόντες ἅμα τῷ φιλεῖν τὸ φροντίζειν καὶ δεδιέναι περὶ αὐτῶν ἐνεποίησαν.
不仅如此,据人们所说,他自己还收养了姐姐的儿子西比斯图斯作为养子。因为灵魂自身拥有一种热爱之情,并且其天性不仅适于感知、思考和记忆,同样也适于去爱;于是在那些毫无亲属关系的局外人中,便有人潜入并依附于此。正如外人和私生子或仆从们迁入并占领了缺少合法继承人的房舍或土地一样,他们占据了这股亲情之爱,并伴随着爱,激起人们对他们的忧虑与恐惧。
ὥστʼ ἴδοις ἂν ἀνθρώπους στερροτέρᾳ τῇ φύσει περὶ γάμου καὶ γενέσεως παίδων διαλεγομένους, εἶτα τοὺς αὐτοὺς ἐπὶ παισὶν οἰκοτρίβων ἢ θρέμμασι παλλακῶν νοσοῦσι καὶ θνήσκουσι παρατεινομένους πόθῳ καὶ φωνὰς ἀγεννεῖς ἀφιέντας. ἔνιοι δὲ καὶ κυνῶν θανάτῳ καὶ ἵππων αἰσχρῶς καὶ ἀβιώτως ὑπὸ λύπης διετέθησαν. ἀλλʼ ἕτεροί γε παῖδας ἀγαθοὺς ἀποβαλόντες οὐδὲν ἔπαθον δεινὸν οὐδʼ ἐποίησαν αἰσχρόν, ἀλλὰ καὶ χρώμενοι τῷ λοιπῷ βίῳ κατὰ λόγον διετέλεσαν.
因此,你会看见一些人以极为冷峻的口吻谈论婚姻与生育,然而正是这些人,在看到家奴的孩子或侍妾的幼童患病甚至夭折时,却陷入深切的悲伤中备受折磨,发出卑微的哀号。有些人甚至在狗或马死去时,也被悲痛折磨得丑态毕露、痛不欲生。然而另一些人,即便失去了优秀的儿子,也没有经历任何可怕的崩溃,亦未做出任何可耻之事,反而依照理性度过了余生。
ἀσθένεια γάρ, οὐκ εὔνοια, λύπας ἀπεράντους ἐπάγεται καὶ φόβους ἀνθρώποις ἀνασκήτοις ὑπὸ λόγου πρὸς τύχην, οἷς οὐδʼ ἀπόλαυσις ἐγγίνεται τοῦ ποθουμένου παρόντος, τοῦ μέλλοντος ὠδῖνας ἀεὶ καὶ τρόμους καὶ ἀγῶνας, εἰ στερήσονται, παρέχοντος αὐτοῖς.3 δεῖ δὲ μήτε πενίᾳ πρὸς χρημάτων πεφράχθαι στέρησιν μήτε ἀφιλίᾳ πρὸς φίλων ἀποβολὴν μήτʼ ἀπαιδίᾳ πρὸς τέκνων θάνατον, ἀλλὰ τῷ λογισμῷ πρὸς πάντα. καὶ ταῦτα μέν, ὡς ἐν τῷ παρόντι, πλείονα τῶν ἱκανῶν.
因为正是软弱,而非善意爱心,给未曾通过理性训练以抵御命运的人们带来了无尽的悲痛与恐惧;对他们而言,即便是所渴望之物在眼前也无法享受,因为未来随时都会因害怕失去而给他们带来苦楚、战栗与挣扎。人不应当以贫困来防备财富的丧失,不应当以无友来防备朋友的失去,不应当以无子来防备孩子的死亡,而应当以理性来防备一切。不过,就目前而言,这些论述已经超过了应有的篇幅。
- 7.1αὐτῷ τε Θαλῇ μὴ γήμαντι πλέον οὐδὲν εἰς ἀφοβίαν, εἰ μὴ καὶ φίλων κτῆσιν ἔφυγε καὶ οἰκείων καὶ πατρίδος.
该句省略了系动词(ἦν 或 ἐστί)。与格分词 μὴ γήμαντι 与 αὐτῷ Θαλῇ 一致,带有条件或让步含义(“即便他不结婚 / 藉由不结婚”)。πλέον οὐδὲν (sc. ἦν) 意为“毫无益处”,配合其后的条件从句 εἰ μὴ καὶ...(“除非他也逃避……”),表达仅凭避开婚姻无法达到免除恐惧的目的。
- 7.2ἐχούσης γάρ τι τῆς ψυχῆς ἀγαπητικὸν ἐν ἑαυτῇ καὶ πεφυκυίας, ὥσπερ αἰσθάνεσθαι καὶ διανοεῖσθαι καὶ μνημονεύειν, οὕτω καὶ φιλεῖν, ἐνδύεταί τι τούτῳ καὶ προσφύεται τῶν ἐκτὸς οἷς οἰκεῖον οὐδέν ἐστιν,
句首是由 ἐχούσης... πεφυκυίας... 修饰 τῆς ψυχῆς 构成的属格独立结构。主句的主语是与部分属格 τῶν ἐκτὸς 搭配的不定代名词 τι(表人,“局外人中的某人”),主谓动词为 ἐνδύεται... καὶ προσφύεται。与格代词 τούτῳ 回指前文灵魂中“热爱的倾向/本能”(τι ... ἀγαπητικόν)。关系从句 οἷς οἰκεῖον οὐδέν ἐστιν 修饰 τῶν ἐκτὸς,意指“与之一无亲属关系之人”。
- 7.4οἷς οὐδʼ ἀπόλαυσις ἐγγίνεται τοῦ ποθουμένου παρόντος, τοῦ μέλλοντος ὠδῖνας ἀεὶ καὶ τρόμους καὶ ἀγῶνας, εἰ στερήσονται, παρέχοντος αὐτοῖς.
关系代名词 οἷς 为与格,指代前文的 ἀνθρώποις。主句主语为 ἀπόλαυσις。句尾并列了两个形成对比的属格独立结构:其一是 τοῦ ποθουμένου παρόντος(“即便所期盼之物就在眼前时”),其二是 τοῦ μέλλοντος ... παρέχοντος(“未来的事物……提供/带来时”)。εἰ στερήσονται 是表示担忧的条件句(“如果他们将要失去”),生动刻画了即便当下拥有也因担忧未来丧失而无法享受的心理状态。
