- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:6.1-6.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
梭伦对泰勒斯不婚不育感到奇怪,泰勒斯便设局谎报梭伦之子的死讯,令其体会为人父母的忧惧,随后才道出实情。
πρὸς Θαλῆν δʼ εἰς Μίλητον ἐλθόντα τὸν Σόλωνα θαυμάζειν ὅτι γάμου καὶ παιδοποιΐας τὸ παράπαν ἠμέληκε. καὶ τὸν Θαλῆν τότε μὲν σιωπῆσαι, διαλιπόντα δʼ ὀλίγας ἡμέρας ἄνδρα παρασκευάσαι ξένον, ἀρτίως ἥκειν φάσκοντα δεκαταῖον1 ἐξ Ἀθηνῶν. πυθομένου δὲ τοῦ Σόλωνος εἰ δή τι καινὸν ἐν ταῖς Ἀθήναις, δεδιδαγμένον ἃ χρὴ λέγειν τὸν ἄνθρωπον, οὐδέν, εἰπεῖν, ἕτερον, εἰ μὴ νὴ Δία νεανίσκου τινὸς ἦν ἐκφορὰ καὶ προὔπεμπεν ἡ πόλις.
据说梭伦前往米利都拜访泰勒斯时,对泰勒斯全然不顾婚姻与生育后代一事感到十分惊奇。泰勒斯当时保持了沉默,但过了几天便安排了一个陌生男子,此人自称在从雅典出发的第十天刚刚抵达。当梭伦询问雅典是否有何新鲜事时,那受过吩咐该说什么的男子便“毫无,”说道,“别的事,除非对天发誓,有个年轻人的葬礼,全城都在为他送行。
ἦν γὰρ υἱός, ὡς ἔφασαν, ἀνδρὸς ἐνδόξου καὶ πρωτεύοντος ἀρετῇ τῶν πολιτῶν· οὐ παρῆν δέ, ἀλλʼ ἀποδημεῖν ἔφασαν αὐτὸν ἤδη πολὺν χρόνον. ὡς δυστυχὴς ἐκεῖνος, φάναι τὸν Σόλωνα. τίνα δὲ ὠνόμαζον αὐτόν; ἤκουσα, φάναι, τοὔνομα, τὸν ἄνθρωπον, ἀλλʼ οὐ μνημονεύω· πλὴν ὅτι πολὺς λόγος ἦν αὐτοῦ σοφίας καὶ δικαιοσύνης. οὕτω δὴ καθʼ ἑκάστην ἀπόκρισιν τῷ φόβῳ προσαγόμενον τὸν Σόλωνα καὶ τέλος ἤδη συντεταραγμένον αὐτὸν ὑποβάλλειν τοὔνομα τῷ ξένῳ, πυνθανόμενον μὴ Σόλωνος ὁ τεθνηκὼς υἱὸς ὠνομάζετο.2
因为据人们说,他是城中一位有名望且品德卓越的公民的儿子;但他父亲并不在场,人们说他已经出国很久了。” “那人是多么不幸啊!” 梭伦说道。 “人们称他叫什么名字?” “我听过,”说道,“那名字,”那男子,“但我记不得了;只知道人们极力称赞他的智慧与正义。” 就这样,梭伦在每一个回答中被引向恐惧,最终在已然慌乱之极时,向那陌生人主动提示了名字,询问死者是否被称作梭伦的儿子。
φήσαντος δὲ τοῦ ἀνθρώπου, τὸν μὲν ὁρμῆσαι παίειν τὴν κεφαλὴν καὶ τἆλλα ποιεῖν καὶ λέγειν ἃ συμβαίνει τοῖς περιπαθοῦσι, τὸν δὲ Θαλῆν ἐπιλαβόμενον αὐτοῦ καὶ γελάσαντα, ταῦτά τοι,3 φάναι, ὦ Σόλων, ἐμὲ γάμου καὶ παιδοποιΐας ἀφίστησιν, ἃ καὶ σὲ κατερείπει τὸν ἐρρωμενέστατον. ἀλλὰ θάρρει τῶν λόγων ἕνεκα τούτων· οὐ γάρ εἰσιν ἀληθεῖς. ταῦτα μὲν οὖν Ἕρμιππος ἱστορεῖν φησι Πάταικον, ὃς ἔφασκε τὴν Αἰσώπου ψυχὴν ἔχειν.
当那男子应声称是时,梭伦便开始捶打自己的头颅,做着并说着极度悲痛之人所常有的其余一切;泰勒斯则拉住他,笑着“正是这些,”说道,“梭伦啊,让我远离了婚姻与生育,因为它们甚至把你这最坚强的人都击垮了。不过你大可放心,不必因这些话而悲伤;因为它们并非实情。” 赫尔米波斯说,这些事情是由自称拥有伊索灵魂的帕泰科斯所记载的。
- 6.1δεκαταῖον
由序数词派生的谓语性形容词,表示时间经过(离开后“在第十天”),在句中副词性地修饰 ἥκειν。
- 6.2αὐτὸν ὑποβάλλειν τοὔνομα τῷ ξένῳ, πυνθανόμενον μὴ Σόλωνος ὁ τεθνηκὼς υἱὸς ὠνομάζετο
αὐτόν 起强调作用,指主语梭伦本人。ὑποβάλλειν 意为“主动提示/念出名字”。μή 后接过去直说语气(ὠνομάζετο)引导带有担忧或顾虑的间接疑问句(“询问死者莫非被称为梭伦之子”)。
- 6.3ταῦτά τοι
强调小词 τοι 附于指示代名词 ταῦτα 之后,构成引起对方注意原因的习用表达(“正因这些,你看”)。
