← 普鲁塔克

梭伦传

§5.1-5.3

阿纳卡尔西斯的来访与论法对话

记载阿纳卡尔西斯造访雅典并以机智成为梭伦之客,将梭伦制定的法律嘲为蛛网的问答,以及他对希腊公民大会的感慨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

ἰδίᾳ δʼ Ἀναχάρσεώς τε πρὸς Σόλωνα καὶ πάλιν Θάλεω συνουσίαν τινὰ καὶ λόγους ἀναγράφουσι τοιούτους. Ἀνάχαρσιν μὲν εἰς Ἀθήνας φασὶν ἐπὶ τὴν Σόλωνος οἰκίαν ἐλθόντα κόπτειν, καὶ λέγειν ὡς ξένος ὢν ἀφῖκται φιλίαν ποιησόμενος καὶ ξενίαν πρὸς αὐτόν. ἀποκριναμένου δὲ τοῦ Σόλωνος ὡς οἴκοι βέλτιόν ἐστι ποιεῖσθαι φιλίας, οὐκοῦν, φάναι τὸν Ἀνάχαρσιν, αὐτὸς ὢν οἴκοι σὺ ποίησαι φιλίαν καὶ ξενίαν πρὸς ἡμᾶς.

关于私下的往来,人们记载了阿纳卡尔西斯与梭伦、以及泰勒斯与梭伦之间如下的交往与谈话。据说阿纳卡尔西斯来到雅典,敲响梭伦的家门,声称自己身为外邦人,此来是为了与他结下友谊和款待之谊。当梭伦回答说结交朋友最好还是在自己家里时,“那么,”阿纳卡尔西斯说,“既然你本人正在家里,就请你与我们结下友谊和款待之谊吧。”

§5.2

οὕτω δὴ θαυμάσαντα τὴν ἀγχίνοιαν τοῦ ἀνδρὸς τὸν Σόλωνα δέξασθαι φιλοφρόνως, καὶ χρόνον τινὰ κατασχεῖν παρʼ αὑτῷ, ἤδη τὰ δημόσια πράττοντα καὶ συνταττόμενον τοὺς νόμους.1 τὸν οὖν Ἀνάχαρσιν πυθόμενον καταγελᾶν τῆς πραγματείας τοῦ Σόλωνος, οἰομένου γράμμασιν ἐφέξειν τὰς ἀδικίας καὶ πλεονεξίας τῶν πολιτῶν, ἃ μηδὲν τῶν ἀραχνίων διαφέρειν,2 ἀλλʼ ὡς ἐκεῖνα τοὺς μὲν ἀσθενεῖς καὶ λεπτοὺς τῶν ἁλισκομένων καθέξειν, ὑπὸ δὲ τῶν δυνατῶν καὶ πλουσίων διαρραγήσεσθαι.

梭伦由此十分佩服此人的机智,便殷勤地接待了他,并将他留在自己身边住了些时日;当时梭伦已经投身政务,正在制定法律。于是阿纳卡尔西斯得知后,便嘲笑起梭伦的这一番劳作,因〔梭伦〕以为能用文字来遏止公民的不公与贪欲;这文字与蜘蛛网并无二致,正如蛛网一样,只能缠住落入其中的弱小单薄之物,却会被有权有势和富有之人撕得粉碎。

§5.3

τὸν δὲ Σόλωνα πρὸς ταῦτά φασιν εἰπεῖν ὅτι καὶ συνθήκας ἄνθρωποι φυλάττουσιν, ἃς οὐδετέρῳ λυσιτελές ἐστι παραβαίνειν τῶν θεμένων· καὶ τοὺς νόμους αὐτὸς οὕτως ἁρμόζεται τοῖς πολίταις ὥστε πᾶσι τοῦ παρανομεῖν βέλτιον ἐπιδεῖξαι τὸ δικαιοπραγεῖν.3 ἀλλὰ ταῦτα μὲν ὡς Ἀνάχαρσις εἴκαζεν ἀπέβη μᾶλλον ἢ κατʼ ἐλπίδα τοῦ Σόλωνος. ἔφη δὲ κἀκεῖνο θαυμάζειν ὁ Ἀνάχαρσις ἐκκλησίᾳ παραγενόμενος, ὅτι λέγουσι μὲν οἱ σοφοὶ παρʼ Ἕλλησι, κρίνουσι δὲ οἱ ἀμαθεῖς.

对此据说梭伦回答道,人们也会信守那些对缔约双方而言违背皆无益处的协定;而他自己正是以这样一种方式为公民订立法律,以向所有人证明行事公正胜于违法乱纪。然而事情的发展,倒更如阿纳卡尔西斯所料,而非如梭伦所期。阿纳卡尔西斯还说,当他出席公民大会时,对另一件事也感到惊奇:在希腊人当中,说话的是智者,做决定的却是愚人。

语法注3 条
  1. 5.2ἤδη τὰ δημόσια πράττοντα καὶ συνταττόμενον τοὺς νόμους

    分词 πράττοντα 与 συνταττόμενον 均为阳性宾格单数,修饰前文的 τὸν Σόλωνα。虽然 δέξασθαι 与 κατασχεῖν 省略的宾语(指阿纳卡尔西斯)同样会是阳性宾格单数,但根据语境,当时投身政事并着手立法的是梭伦,故此处作修饰梭伦的时间或伴随状况分词。

  2. 5.2ἃ μηδὲν τῶν ἀραχνίων διαφέρειν

    由关系代名词 ἃ(先行词为 γράμμασιν)引导的关系从句在间接引语中继续采用不定式 διαφέρειν 的结构。这承接了由 καταγελᾶν 所引出的阿纳卡尔西斯的主张,并与后文的不定式 καθέξειν 和 διαρραγήσεσθαι 构成平行延续。

  3. 5.3ὥστε πᾶσι τοῦ παρανομεῖν βέλτιον ἐπιδεῖξαι τὸ δικαιοπραγεῖν

    在 ὥστε 引导的结果从句中使用了不定式 ἐπιδεῖξαι(施事主语为梭伦)。不定式带有的宾语是由冠词引导的不定式 τὸ δικαιοπραγεῖν(“践行正义”),而比较级的 βέλτιον 支配比较属格 τοῦ παρανομεῖν(“违法行事”),整体意为“向众人表明行义优于违法”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:5.1-5.3