← 普鲁塔克

梭伦传

§4.1-4.4

七贤者的聚会与黄金三脚鼎的流转

记述了七贤者的聚会以及提升其声望的黄金三脚鼎流转始末:因科斯与米利都的纷争而起,经神谕判定在贤者之间相互推让,最终奉献给神明,并附述了不同版本的记载。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

γενέσθαι δὲ μετʼ ἀλλήλων ἔν τε Δελφοῖς ὁμοῦ λέγονται καὶ πάλιν ἐν Κορίνθῳ, Περιάνδρου σύλλογόν τινα κοινὸν αὐτῶν καὶ συμπόσιον κατασκευάσαντος. ἔτι δὲ μᾶλλον εἰς ἀξίωμα καὶ δόξαν αὐτοὺς κατέστησεν ἡ τοῦ τρίποδος περίοδος καὶ διὰ πάντων ἀνακύκλησις καὶ ἀνθύπειξις μετʼ εὐμενείας φιλοτίμου γενομένη.1

据说贤者们曾一同聚会于德尔斐,后来又聚会于科林斯,当时佩里安德为他们安排了一次共同的集会与宴饮。而使他们享有更高威望与名声的,乃是那尊三脚鼎的巡历、在所有人手中的流转,以及出于高尚善意的彼此让退。

§4.2

Κῴων γάρ, ὥς φασι, καταγόντων σαγήνην, καὶ ξένων ἐκ Μιλήτου πριαμένων τὸν βόλον οὔπω φανερὸν ὄντα,2 χρυσοῦς ἐφάνη τρίπους ἑλκόμενος, ὃν λέγουσιν Ἑλένην πλέουσαν ἐκ Τροίας αὐτόθι καθεῖναι χρησμοῦ τινος ἀναμνησθεῖσαν παλαιοῦ. γενομένης δὲ τοῖς ξένοις πρῶτον ἀντιλογίας πρὸς τοὺς ἁλιέας περὶ τοῦ τρίποδος, εἶτα τῶν πόλεων ἀναδεξαμένων τὴν διαφορὰν ἄχρι πολέμου προελθοῦσαν, ἀνεῖλεν ἀμφοτέροις ἡ Πυθία τῷ σοφωτάτῳ τὸν τρίποδα ἀποδοῦναι.

因为据说,当科斯岛人收拉大拉网,而来自米利都的异邦人买下了尚未得见的这一网所获时,网拉上来却出现了一尊黄金三脚鼎;人们说这是海伦自特洛伊归航时,忆及一则古老神谕而沉于该处的。起初异邦人与渔夫之间就这尊三脚鼎发生争端,继而两座城邦接揽了这一分歧,甚至演变为战争,于是皮提亚女祭司向双方发布神谕,命将三脚鼎赠予“最智慧之人”。

§4.3

καὶ πρῶτον μὲν ἀπεστάλη πρὸς Θαλῆν εἰς Μίλητον, ἑκουσίως τῶν Κῴων ἑνὶ δωρουμένων ἐκείνῳ περὶ οὗ πρὸς ἅπαντας ὁμοῦ Μιλησίους ἐπολέμησαν.3 Θάλεω δὲ Βίαντα σοφώτερον ἀποφαίνοντος αὑτοῦ πρὸς ἐκεῖνον ἧκεν· ἀπʼ ἐκείνου δʼ αὖθις ἀπεστάλη πρὸς ἄλλον ὡς σοφώτερον. εἶτα περιϊὼν καὶ ἀναπεμπόμενος οὕτως ἐπὶ Θαλῆν τὸ δεύτερον ἀφίκετο, καὶ τέλος εἰς Θήβας ἐκ Μιλήτου κομισθεὶς τῷ Ἰσμηνίῳ Ἀπόλλωνι καθιερώθη.

于是它首先被送往米利都的泰勒斯处,科斯人甘愿将他们曾对全体米利都人一并开战所争夺之物,赠予这单独一人。然而泰勒斯指认比阿斯比自己更为智慧,三脚鼎遂转至比阿斯处;又从他那里再次送予被视作更智慧者的另一人。随后它如此流转递送,第二次又来到了泰勒斯处,最终自米利都运抵忒拜,奉献给了伊斯墨纽斯阿波罗。

§4.4

Θεόφραστος δέ φησι, πρῶτον μὲν εἰς Πριήνην Βίαντι τὸν τρίποδα πεμφθῆναι, δεύτερον δʼ εἰς Μίλητον Θαλῇ Βίαντος ἀποπέμψαντος· οὕτω δὲ διὰ πάντων πάλιν εἰς Βίαντα περιελθεῖν, τέλος δὲ εἰς Δελφοὺς ἀποσταλῆναι. ταῦτα μὲν οὖν ὑπὸ πλειόνων τεθρύληται, πλὴν ὅτι τὸ δῶρον ἀντὶ τοῦ τρίποδος οἱ μὲν φιάλην ὑπὸ Κροίσου πεμφθεῖσαν, οἱ δὲ ποτήριον Βαθυκλέους ἀπολιπόντος εἶναι λέγουσιν.

但泰奥弗拉斯托斯说,三脚鼎首先是被送至普里埃涅的比阿斯处,第二步是在比阿斯将其送出后送到了米利都的泰勒斯处;如此历经所有人转了一圈后,又回到了比阿斯处,最终被送往德尔斐。这些传闻为多数人所津津乐道,所不同者在于,关于那份礼物,有人说代替三脚鼎的是克洛伊索斯送出的浅碗,另有人则说是巴梯克勒斯所遗留的酒杯。

语法注3 条
  1. 4.1ἀνθύπειξις μετʼ εὐμενείας φιλοτίμου γενομένη

    名词 ἀνθύπειξις 源自复合动词 ἀνθυπείκω(相互让步、依次退让),较为罕见。介词短语 μετʼ εὐμενείας φιλοτίμου(伴随着追求崇高/出于名誉的善意)修饰这一让退行为的方式,表明诸贤者并非出于争竞,而是出于相互的尊重与崇高的美德彼此推让。

  2. 4.2πριαμένων τὸν βόλον οὔπω φανερὸν ὄντα

    ὁ βόλος 指“撒网”或“一网所获之物”,由分词短语 οὔπω φανερὸν ὄντα(尚未显明/得见)修饰。这指古代在起网之前就预先买断该网全部渔获的交易惯例。

  3. 4.3ἑνὶ δωρουμένων ἐκείνῳ περὶ οὗ πρὸς ἅπαντας ὁμοῦ Μιλησίους ἐπολέμησαν

    这是一个修辞性的对照结构:ἑνὶ... ἐκείνῳ(单独那一人)与 πρὸς ἅπαντας ὁμοῦ Μιλησίους(针对全体米利都人一并)形成对比。关系短语 περὶ οὗ(关于它)在语境中指争夺的三脚鼎,其先行词在语法上并非指代前方的阳性与格代词 ἐκείνῳ,而是指代争端中作为标的物的物/事。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:4.1-4.4