- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:3.1-3.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段叙述了人们将梭伦的奢豪作风与贪图安乐归因于其经商经历,说明其诗作如何从消遣游艺发展为政治辩白与诫勉,并指出他的哲学旨趣集中于政治伦理而非自然哲学。
τὸ δʼ οὖν εὐδάπανον τῷ Σόλωνι καὶ ὑγρὸν πρὸς τὴν δίαιταν, καὶ τὸ φορτικώτερον ἢ φιλοσοφώτερον ἐν τοῖς ποιήμασι διαλέγεσθαι περὶ τῶν ἡδονῶν, τὸν ἐμπορικὸν οἴονται βίον προστετρῖφθαι·1 πολλοὺς γὰρ ἔχοντα κινδύνους καὶ μεγάλους ἀνταπαιτεῖν πάλιν εὐπαθείας τινὰς καὶ ἀπολαύσεις.
总之,人们认为梭伦用度挥霍、生活奢豪,以及在诗歌中谈论享乐时显得庸俗有余而哲学不足,是商业生活沾染给他的;因为经商包含许多巨大凶险,便反过来要求获得某些安乐与享受作为报偿。
ὅτι δʼ αὑτὸν ἐν τῇ τῶν πενήτων μερίδι μᾶλλον ἢ τῇ τῶν πλουσίων ἔταττε, δῆλόν ἐστιν ἐκ τούτων· "πολλοὶ γὰρ πλουτεῦσι κακοί, ἀγαθοὶ δὲ πένονται· ἀλλʼ ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα τῆς ἀρετῆς τὸν πλοῦτον·2 ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεί, χρήματα δʼ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει."
而他将自己列入穷人一列而非富人一列,从以下诗句中便显而易见: “因为许多恶人富有,善人却贫穷; 但我们决不以美德为代价,去与他们 交换财富;因为美德永远恒常, 而钱财在人间辗转,时而归于此人,时而归于彼人。”
τῇ δὲ ποιήσει κατʼ ἀρχὰς μὲν εἰς οὐδὲν ἄξιον σπουδῆς, ἀλλὰ παίζων ἔοικε προσχρήσασθαι καὶ παράγων ἑαυτὸν ἐν τῷ σχολάζειν· ὕστερον δὲ καὶ γνώμας ἐνέτεινε φιλοσόφους καὶ τῶν πολιτικῶν πολλὰ συγκατέπλεκε τοῖς ποιήμασιν, οὐχ ἱστορίας ἕνεκεν καὶ μνήμης, ἀλλʼ ἀπολογισμούς τε τῶν πεπραγμένων ἔχοντα3 καὶ προτροπὰς ἐνιαχοῦ καὶ νουθεσίας καὶ ἐπιπλήξεις πρὸς τοὺς Ἀθηναίους.
起初,他似乎并未将诗歌用于任何严肃之事,而仅是游戏消遣,在闲暇中借以自娱;但后来,他也在诗中表达哲学格言,并将许多政务编织进诗篇中,这并非为了记叙历史与传诸记忆,而是包含着对自己施政作为的辩白,并在某些地方对雅典人寄予规劝、训诫与斥责。
ἔνιοι δέ φασιν ὅτι καὶ τοὺς νόμους ἐπεχείρησεν ἐντείνας εἰς ἔπος ἐξενεγκεῖν, καὶ διαμνημονεύουσι τὴν ἀρχὴν οὕτως ἔχουσαν· "πρῶτα μὲν εὐχώμεσθα Διῒ Κρονίδῃ βασιλῆϊ θεσμοῖς τοῖσδε τύχην ἀγαθὴν καὶ κῦδος ὀπάσσαι." φιλοσοφίας δὲ τοῦ ἠθικοῦ μάλιστα τὸ πολιτικόν, ὥσπερ οἱ πλεῖστοι τῶν σοφῶν, ἠγάπησεν. ἐν δὲ τοῖς φυσικοῖς ἁπλοῦς ἐστι λίαν καὶ ἀρχαῖος, ὡς δῆλον ἐκ τούτων·
有人甚至说,他曾尝试将法律写成长诗发表,并记诵其开端如下: “首先让我们向克罗诺斯之子宙斯之王祈祷, 赐予这些典章以佳运与荣光。” 在哲学之中,正如多数智者一样,他最喜爱伦理学中关乎政治的部分。在自然哲学方面,他则极其简素而古朴,这从以下诗句中可见一斑:
" ἐκ νεφέλης πέλεται χιόνος μένος ἠδὲ χαλάζης· βροντὴ δʼ ἐκ λαμπρᾶς γίνεται ἀστεροπῆς. ἐξ ἀνέμων δὲ θάλασσα ταράσσεται· ἢν δέ τις αὐτὴν μὴ κινῇ, πάντων ἐστὶ δικαιοτάτη." καὶ ὅλως ἔοικεν ἡ Θάλεω μόνου σοφία τότε περαιτέρω τῆς χρείας ἐξικέσθαι τῇ θεωρίᾳ· τοῖς δὲ ἄλλοις ἀπὸ τῆς πολιτικῆς ἀρετῆς τοὔνομα τῆς σοφίας ὑπῆρξε.
“雪与冰雹的威力从云层中产生, 雷鸣由耀眼的闪电迸发; 大海为狂风所搅扰;但若无人 扰动它,它在万物中最为公正。” 总的来说,在当时的智者中,似乎唯独泰勒斯的智慧在沉思中超越了实用之需,而对其余的人而言,“智慧”之名乃是因其政治上的美德而获得的。
- 3.1τὸ δʼ οὖν εὐδάπανον τῷ Σόλωνι καὶ ὑγρὸν πρὸς τὴν δίαιταν, καὶ τὸ φορτικώτερον ἢ φιλοσοφώτερον ἐν τοῖς ποιήμασι διαλέγεσθαι περὶ τῶν ἡδονῶν, τὸν ἐμπορικὸν οἴονται βίον προστετρῖφθαι
由 οἴονται 引导的“宾格加不定式”结构。其中 τὸν ἐμπορικὸν βίον 充当主语宾格,完成时不定式 προστετρῖφθαι 作中动或及物意义理解(“沾染给、附着在……之上”),支配两个中性冠词引导的宾格短语(τὸ εὐδάπανον... 以及 τὸ... διαλέγεσθαι)作为直接宾语,与格 τῷ Σόλωνι 为间接宾语。若将 προστετρῖφθαι 视为被动且以中性短语为主语,则难以解释 τὸν ἐμπορικὸν βίον 的宾格形式,故前者更优。
- 3.2ἀλλʼ ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα τῆς ἀρετῆς τὸν πλοῦτον
表示交换动词 διαμείβομαι 的句式。直接宾语为宾格 τὸν πλοῦτον(“财富”),而 τῆς ἀρετῆς 为表示交换或代价的属格(“以美德为代价”)。与格 αὐτοῖς 表示交换的对象(“与他们”)。
- 3.3τῶν πολιτικῶν πολλὰ συγκατέπλεκε τοῖς ποιήμασιν, οὐχ ἱστορίας ἕνεκεν καὶ μνήμης, ἀλλʼ ἀπολογισμούς τε τῶν πεπραγμένων ἔχοντα
中性复数宾格现在分词 ἔχοντα 的修饰对象是位于其前、作为动词 συγκατέπλεκε 直接宾语的中性短语 τῶν πολιτικῶν πολλὰ。分词与所修饰的名词性词组之间被谓语动词及介词短语隔开(超步法/离隔修辞),需要理清其结构呼应。
