- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:31.1-31.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庇西特拉图执政后对梭伦极其优待并维护其法律,而梭伦则因年迈力衰最终未能完成关于亚特兰蒂斯的巨著。
ἐπὶ τούτοις δὲ πολλῶν νουθετούντων αὐτὸν ὡς ἀποθανούμενον ὑπὸ τοῦ τυράννου, καὶ πυνθανομένων τίνι πιστεύων οὕτως ἀπονοεῖται, τῷ γήρᾳ, εἶπεν. οὐ μὴν ἀλλʼ ὁ Πεισίστρατος ἐγκρατὴς γενόμενος τῶν πραγμάτων οὕτως ἐξεθεράπευσε τὸν Σόλωνα, τιμῶν καὶ φιλοφρονούμενος καὶ μεταπεμπόμενος, ὥστε καὶ σύμβουλον εἶναι καὶ πολλὰ τῶν πρασσομένων ἐπαινεῖν.1 καὶ γὰρ ἐφύλαττε τοὺς πλείστους νόμους τοῦ Σόλωνος, ἐμμένων πρῶτος αὐτὸς καὶ τοὺς φίλους ἀναγκάζων·
对此,许多人规劝他,认为他必会被僭主处死,并询问他是仗着什么才如此孤注一掷,“仗着我的老迈。” 他说道。
ὅς γε καὶ φόνου προσκληθεὶς εἰς Ἄρειον πάγον, ἤδη τυραννῶν, ἀπήντησε κοσμίως ἀπολογησόμενος, ὁ δὲ κατήγορος οὐχ ὑπήκουσε· καὶ νόμους αὐτὸς ἑτέρους ἔγραψεν, ὧν ἐστι καὶ ὁ τοὺς πηρωθέντας ἐν πολέμῳ δημοσίᾳ τρέφεσθαι κελεύων. τοῦτο δέ φησιν Ἡρακλείδης καὶ πρότερον ἐπὶ Θερσίππῳ πηρωθέντι τοῦ Σόλωνος ψηφισαμένου μιμήσασθαι τὸν Πεισίστρατον. ὡς δὲ Θεόφραστος ἱστόρηκε, καὶ τὸν τῆς ἀργίας νόμον οὐ Σόλων ἔθηκεν, ἀλλὰ Πεισίστρατος, ᾧ τήν τε χώραν ἐνεργοτέραν καὶ τὴν πόλιν ἠρεμαιοτέραν ἐποίησεν.
然而非但并非如此,庇西特拉图在掌控大局之后,通过尊崇、善待并时常延请梭伦,对他极其礼遇,以至于梭伦甚至成为他的谋士,并赞赏所施行的诸多举措。因为庇西特拉图恪守梭伦的大多数法律,自己带头遵守,并强令友人也一并依循;甚至当他已身为僭主而在阿雷奥帕戈斯受到谋杀罪指控时,也循规蹈矩地到庭应诉以求自辩,反倒是原告没有出庭。他还亲自制定了其他法律,其中便包括责令由公款赡养因战致残者的法令。
ὁ δὲ Σόλων ἁψάμενος μεγάλης τῆς περὶ τὸν Ἀτλαντικὸν λόγον ἢ μῦθον πραγματείας, ὃν διήκουσε τῶν περὶ Σάϊν λογίων προσήκοντα τοῖς Ἀθηναίοις,2 ἐξέκαμεν, οὐ διʼ ἀσχολίαν, ὡς Πλάτων φησίν, ἀλλὰ μᾶλλον ὑπὸ γήρως, φοβηθεὶς τὸ μέγεθος τῆς γραφῆς. ἐπεὶ σχολῆς γε περιουσίαν αὐτοῦ μηνύουσιν3 αἱ τοιαῦται φωναί· "γηράσκω δʼ αἰεὶ πολλὰ διδασκόμενος·" καί, "ἔργα δὲ Κυπρογενοῦς νῦν μοι φίλα καὶ Διονύσου καὶ Μουσέων, ἃ τίθησʼ ἀνδράσιν εὐφροσύνας."
然而赫拉克利德斯称,庇西特拉图此举是效仿了梭伦早先为致残的瑟尔西波斯所通过的法令。正如泰奥弗拉斯托斯所记载的,禁止闲散的法律亦非梭伦所立,而是庇西特拉图所订立,借此他使乡村更为勤劳富饶,城邦更为安定平和。 梭伦曾着手进行一项关于大西洋岛传说或神话的宏大著作,那是他从塞易斯一带的博学者处听闻、且与雅典人息息相关的记载;然而他却中途力竭而弃,这并非如柏拉图所言是由于事务繁忙,而更多是因为年迈,因惧怕篇幅的宏大而退缩。因为下列这般的言辞恰恰表明他拥有充裕的闲暇: “我虽日渐衰老,却不断学习众多学问;” 以及, “如今塞浦路斯所生之女神、狄奥尼索斯 与缪斯的事业皆我所深爱,它们给人类带来欢愉。”
- 31.1ὥστε καὶ σύμβουλον εἶναι καὶ πολλὰ τῶν πρασσομένων ἐπαινεῖν
结果从句中不定词 εἶναι 与 ἐπαινεῖν 的逻辑主语判断。(1) 采取承接主句直接宾语 τὸν Σόλωνα 的解法,指“梭伦甚至成为了他的谋士并赞扬诸多政举”。(2) 语法上亦可设想主句主语庇西特拉图为主语,但由于后文紧接着以 καὶ γὰρ ἐφύλαττε...(因为庇西特拉图遵守了大部分法律)来解释为何梭伦愿意合作与赞赏,故以前者为确解。
- 31.3ὃν διήκουσε τῶν περὶ Σάϊν λογίων προσήκοντα τοῖς Ἀθηναίοις
以关系代词 ὃν(先行词为 λόγον ἢ μῦθον)为宾语的动词 διήκουσε 的句法结构。该动词支配表来源的属格 τῶν περὶ Σάϊν λογίων(“从塞易斯一带的博学者处”),分词 προσήκοντα 则与 ὃν 保持性数格一致,作补足/谓语性分词使用(“作为与雅典人相关的记载”)。
- 31.3ἐπεὶ σχολῆς γε περιουσίαν αὐτοῦ μηνύουσιν
连词 ἐπεί 的驳论性/省略用法。(1) 承接前文对柏拉图所谓因事务繁忙(διʼ ἀσχολίαν)而辍笔观点的否定,引入事实证据以反驳之:“(并非没有闲暇,)因为下列言辞确实表明他有充裕的闲暇”。(2) 此处非时间连词,而是带有反驳论证功能的理由引介(ἐπεὶ... γε)。
