← 普鲁塔克

梭伦传

§30.1-30.6

庇西特拉图建立僭主政权与梭伦的抗争

庇西特拉图通过自残博得同情并骗取护卫,进而占领卫城建立僭主政治;梭伦严厉斥责公民的盲从与怯懦,在抗争无果后放下武器隐退,并作诗谴责雅典人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30.1

ἐπεὶ δὲ κατατρώσας αὐτὸς ἑαυτὸν ὁ Πεισίστρατος ἧκεν εἰς ἀγορὰν ἐπὶ ζεύγους κομιζόμενος, καὶ παρώξυνε τὸν δῆμον ὡς διὰ τὴν πολιτείαν ὑπὸ τῶν ἐχθρῶν ἐπιβεβουλευμένος, καὶ πολλοὺς εἶχεν ἀγανακτοῦντας καὶ βοῶντας, προσελθὼν ἐγγὺς ὁ Σόλων καὶ παραστάς, οὐ καλῶς, εἶπεν, ὦ παῖ Ἱπποκράτους, ὑποκρίνῃ τὸν Ὁμηρικὸν Ὀδυσσέα· ταῦτα γὰρ ποιεῖς τοὺς πολίτας παρακρουόμενος οἷς ἐκεῖνος τοὺς πολεμίους ἐξηπάτησεν, αἰκισάμενος ἑαυτόν.1

当庇西特拉图自残其身,乘坐双马战车来到广场,煽动民众,声称自己因政事而遭到仇敌谋害,并引得许多人义愤填膺、高声叫喊时,梭伦走上前去,站在他身旁: “希波克拉底之子啊, 他说, 你扮演荷马笔下的奥德修斯演得并不高明;因为你用来欺骗本邦公民的手段,正是那个人自残肢体以迷惑敌人的伎俩。”

§30.2

ἐκ τούτου τὸ μὲν πλῆθος ἦν ἕτοιμον ὑπερμαχεῖν τοῦ Πεισιστράτου, καὶ συνῆλθεν εἰς ἐκκλησίαν ὁ δῆμος. Ἀρίστωνος δὲ γράψαντος ὅπως δοθῶσι πεντήκοντα κορυνηφόροι τῷ Πεισιστράτῳ2 φυλακὴ τοῦ σώματος, ἀντεῖπεν ὁ Σόλων ἀναστὰς καὶ πολλὰ διεξῆλθεν ὅμοια τούτοις οἷς διὰ τῶν ποιημάτων γέγραφεν· "εἰς γὰρ γλῶσσαν ὁρᾶτε καὶ εἰς ἔπη αἱμύλου ἀνδρός. ὑμῶν δʼ εἷς μὲν ἕκαστος ἀλώπεκος ἴχνεσι βαίνει, σύμπασιν δʼ ὑμῖν χαῦνος ἔνεστι νόος."

自此,民众随时准备为庇西特拉图而战,民众大会也随即召开。当阿里斯同提议赐予庇西特拉图五十名手持木棒的卫士作为贴身护卫时,梭伦起立反对,并发表了许多类似于他在诗歌中所写的内容: “因你们只看这谄谀之人的舌簧与言辞; 而你们每个人行走时皆步着狐狸的脚印, 在你们所有人心中都存着浮浅的心思。”

§30.3

ὁρῶν δὲ τοὺς μὲν πένητας ὡρμημένους χαρίζεσθαι τῷ Πεισιστράτῳ καὶ θορυβοῦντας, τοὺς δὲ πλουσίους ἀποδιδράσκοντας καὶ ἀποδειλιῶντας, ἀπῆλθεν εἰπὼν ὅτι τῶν μέν ἐστι σοφώτερος, τῶν δὲ ἀνδρειότερος· σοφώτερος μὲν τῶν μὴ συνιέντων τὸ πραττόμενον, ἀνδρειότερος δὲ τῶν συνιέντων μέν, ἐναντιοῦσθαι δὲ τῇ τυραννίδι φοβουμένων. τὸ δὲ ψήφισμα κυρώσας ὁ δῆμος οὐδὲ περὶ τοῦ πλήθους ἔτι τῶν κορυνηφόρων διεμικρολογεῖτο πρὸς τὸν Πεισίστρατον, ἀλλʼ ὅσους ἐβούλετο τρέφοντα καὶ συνάγοντα φανερῶς περιεώρα, μέχρι τὴν ἀκρόπολιν κατέσχε.

看到穷人急于讨好庇西特拉图并吵闹喧哗,而富人则仓皇逃避、畏缩退却,梭伦便离开了,并说他比前者更聪明,比后者更勇敢:比那些看不清正在发生何事的人更聪明,而比那些虽能看清却害怕反抗僭主统治的人更勇敢。公民大会通过决议后,甚至不再就持棒卫士的人数对庇西特拉图作过细的追究,而是放任他公开蓄养和聚集任意数量的卫士,直到他占领了卫城。

§30.4

γενομένου δὲ τούτου καὶ τῆς πόλεως συνταραχθείσης, ὁ μὲν Μεγακλῆς εὐθὺς ἔφυγε μετὰ τῶν ἄλλων Ἀλκμαιωνιδῶν, ὁ δὲ Σόλων ἤδη μὲν ἦν σφόδρα γέρων καὶ τοὺς βοηθοῦντας οὐκ εἶχεν, ὅμως δὲ προῆλθεν εἰς ἀγορὰν καὶ διελέχθη πρὸς τοὺς πολίτας, τὰ μὲν κακίζων τὴν ἀβουλίαν αὐτῶν καὶ μαλακίαν, τὰ δὲ παροξύνων ἔτι καὶ παρακαλῶν μὴ προέσθαι τὴν ἐλευθερίαν·

此事发生之后,全城陷入混乱,墨伽克勒斯随即与其他阿尔克迈翁家族成员一同流亡;梭伦虽然年事已高且无人相助,却依然走到广场上向公民发表演说,一方面斥责他们的盲目与懦弱,另一方面仍激励并呼吁他们不要放弃自由。

§30.5

ὅτε καὶ τὸ μνημονευόμενον εἶπεν, ὡς πρώην μὲν ἦν εὐμαρέστερον αὐτοῖς τὸ κωλῦσαι τὴν τυραννίδα συνισταμένην, νῦν δὲ μεῖζόν ἐστι καὶ λαμπρότερον ἐκκόψαι καὶ ἀνελεῖν συνεστῶσαν ἤδη καὶ πεφυκυῖαν. οὐδενὸς δὲ προσέχοντος αὐτῷ διὰ τὸν φόβον ἀπῆλθεν εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ, καὶ λαβὼν τὰ ὅπλα καὶ πρὸ τῶν θυρῶν θέμενος εἰς τὸν στενωπόν, ἐμοὶ μέν, εἶπεν, ὡς δυνατὸν ἦν βεβοήθηται τῇ πατρίδι καὶ τοῖς νόμοις.3

当时他还说了那句广为流传的名言:此前在僭主统治正在形成之际加以阻止,对他们而言较为容易;而如今在它已然确立并扎根之后将其铲除消灭,则是一项更伟大、更辉煌的壮举。然而由于恐惧,无人理睬他,于是他回到自己家中,取来武器放置在门前的窄巷里: “对于我而言, 他说, 已在力所能及的范围内向祖国和法律提供了援助。”

§30.6

καὶ τὸ λοιπὸν ἡσυχίαν ἦγε, καὶ τῶν φίλων φεύγειν παραινούντων οὐ προσεῖχεν, ἀλλὰ ποιήματα γράφων ὠνείδιζε τοῖς Ἀθηναίοις· "εἰ δὲ πεπόνθατε λυγρὰ διʼ ὑμετέρην κακότητα, μή τι θεοῖς τούτων μῆνιν ἐπαμφέρετε. αὐτοὶ γὰρ τούτους ηὐξήσατε ῥύματα δόντες, καὶ διὰ ταῦτα κακὴν ἔσχετε δουλοσύνην."

此后他便过着平静的生活;朋友们劝他逃亡,他也置之不理,而是作诗谴责雅典人: “倘若你们因自己的卑劣而遭受惨痛, 切莫将对此的愤怒归咎于诸神; 因为是你们自己赐予保卫,使这些人坐大, 并由此承受了可悲的奴役。”

语法注3 条
  1. 30.1ταῦτα γὰρ ποιεῖς τοὺς πολίτας παρακρουόμενος οἷς ἐκεῖνος τοὺς πολεμίους ἐξηπάτησεν, αἰκισάμενος ἑαυτόν.

    关系代词 οἷς 为表示手段或工具的与格,先行词是 ταῦτα。此处暗指《奥德赛》中奥德修斯自残潜入特洛伊欺骗敌人的典故,形成前后照应:“你用来欺瞒公民的手段,正是那个人用来欺骗敌人的伎俩”。

  2. 30.2Ἀρίστωνος δὲ γράψαντος ὅπως δοθῶσι πεντήκοντα κορυνηφόροι τῷ Πεισιστράτῳ

    动词 γράφω 在城邦政治语境下意为“提出议案”,后接 ὅπως 及虚拟语气 δοθῶσι 构成提议从句;整个结构置于属格独立结构(Ἀρίστωνος... γράψαντος)中,意为“当阿里斯同动议提议赐予五十名持棒卫士时”。

  3. 30.5ἐμοὶ μέν, ἔφη, ὡς δυνατὸν ἦν βεβοήθηται τῇ πατρίδι καὶ τοῖς νόμοις.

    第三人称单数完成时被动态 βεβοήθηται 作无人称用法,由施事与格 ἐμοί 与利益与格 τῇ πατρίδι καὶ τοῖς νόμοις 修饰,意为“在我力所能及的范围内,已向祖国与法律提供了援助”,标志着梭伦完成了自身政治职责并宣布隐退。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:30.1-30.6