- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:32.1-32.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
将柏拉图未竟的大西洋岛著作比作雅典的奥林匹亚宙斯神庙,记述了索隆在庇西特拉图僭政后逝世年份的不同说法,并提及骨灰撒于萨拉米斯岛的传说。
ὡς δὲ χώρας καλῆς ἔδαφος ὁ Πλάτων ἔρημον,1 αὐτῷ δέ πως κατὰ συγγένειαν προσῆκον, ἐξεργάσασθαι καὶ διακοσμῆσαι φιλοτιμούμενος τὴν Ἀτλαντικὴν ὑπόθεσιν, πρόθυρα μὲν μεγάλα καὶ περιβόλους καὶ αὐλὰς τῇ ἀρχῇ περιέθηκεν, οἷα λόγος οὐδεὶς ἄλλος ἔσχεν οὐδὲ μῦθος οὐδὲ ποίησις, ὀψὲ δὲ ἀρξάμενος προκατέλυσε τοῦ ἔργου τὸν βίον,2 ὅσῳ μᾶλλον εὐφραίνει τὰ γεγραμμένα, τοσούτῳ μᾶλλον τοῖς ἀπολειφθεῖσιν ἀνιάσας. ὡς γὰρ ἡ πόλις τῶν Ἀθηναίων τὸ Ὀλυμπιεῖον, οὕτως ἡ Πλάτωνος σοφία τὸν Ἀτλαντικὸν ἐν πολλοῖς καλοῖς μόνον ἔργον ἀτελὲς ἔσχηκεν.
然而柏拉图却热望将大西洋岛的题材加工并润色,仿佛那是一块优美的地产上闲置的土地,且因亲属关系在某种意义上本就属于他;他在开篇处便为其赋予了宏伟的门楼、围墙和庭院,这是任何其他散文、神话或诗歌都不曾拥有的;但他着手太晚,生命先于作品走到了尽头,所写出的部分越是令人愉悦,未竟的部分便越是令人扼腕叹息。正如雅典城邦拥有未完成的奥林匹亚宙斯神庙一样,柏拉图的睿智在诸多卓越的作品中,唯独留下了大西洋岛这唯一未竟的篇章。
ἐπεβίωσε δʼ οὖν ὁ Σόλων ἀρξαμένου τοῦ Πεισιστράτου τυραννεῖν, ὡς μὲν Ἡρακλείδης ὁ Ποντικὸς ἱστορεῖ, συχνὸν χρόνον, ὡς δὲ Φανίας ὁ Ἐρέσιος, ἐλάττονα δυοῖν ἐτῶν. ἐπὶ Κωμίου μὲν γὰρ ἤρξατο τυραννεῖν Πεισίστρατος, ἐφʼ Ἡγεστράτου δὲ Σόλωνά φησιν ὁ Φανίας ἀποθανεῖν τοῦ μετὰ Κωμίαν ἄρξαντος.
无论如何,在庇西特拉图开始实行僭主统治之后,索隆依然活了一段时间:按本都的赫拉克利德斯的记载,是相当长的一段岁月;而按埃雷索斯的法尼亚斯的说法,则不足两年。因为庇西特拉图是在科米亚斯执政时期开始实行僭政的,而法尼亚斯称索隆逝世于继科米亚斯之后担任执政官的赫格斯特拉托斯任内。
ἡ δὲ διασπορὰ κατακαυθέντος αὐτοῦ τῆς τέφρας3 περὶ τὴν Σαλαμινίων νῆσον ἔστι μὲν διὰ τὴν ἀτοπίαν ἀπίθανος παντάπασι καὶ μυθώδης, ἀναγέγραπται δʼ ὑπό τε ἄλλων ἀνδρῶν ἀξιολόγων καὶ Ἀριστοτέλους τοῦ φιλοσόφου.
关于他被火化后骨灰撒在萨拉米斯岛周围的传说,因其怪诞不经而全然不可信且近于神话,但不仅有其他知名人士,甚至连哲学家亚里士多德也对此有所记载。
- 32.1ὡς δὲ χώρας καλῆς ἔδαφος ὁ Πλάτων ἔρημον
ὡς 作副词表比拟(“如同”),引导宾格名词短语 χώρας καλῆς ἔδαφος ἔρημον(“一块优美地产上的闲置土地”),作为宾语 τὴν Ἀτλαντικὴν ὑπόθεσιν 的述语性直喻。这一比喻前置到 τὴν Ἀτλαντικὴν ὑπόθεσιν 之前,且主语 ὁ Πλάτων 插在 ἔδαφος 与 ἔρημον 之间,形成了倒装与远隔结构(hyperbaton)。
- 32.2προκατέλυσε τοῦ ἔργου τὸν βίον
复合动词 προκαταλύω 的前缀 προ- 含有表示在先或先于的意味,支配表示分离或比较的属格 τοῦ ἔργου,意为“在作品完成之前结束了生命(τὸν βίον)”。
- 32.4ἡ δὲ διασπορὰ κατακαυθέντος αὐτοῦ τῆς τέφρας
在冠词与名词短语 ἡ διασπορὰ ... τῆς τέφρας(“骨灰的撒播”)的框架内,嵌套插入了属格独立结构 κατακαυθέντος αὐτοῦ(“在他被火化之后”)。尽管 αὐτοῦ 与 τῆς τέφρας 同为属格,但 αὐτοῦ 是分词 κατακαυθέντος 的逻辑主语,而 τῆς τέφρας 则是 ἡ διασπορά 的定语属格。
