← 普鲁塔克

梭伦传

§29.1-29.5

雅典党争复发与庇西特拉图的崛起

雅典三派党争复发,归国的年迈梭伦力图调解诸派,并最先识破了庇西特拉图蛊惑人心的僭主野心。梭伦亦观看了泰斯庇斯的早期悲剧表演,严词警告舞台上的虚构将腐蚀现实生活中的契约信义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

οἱ δὲ ἐν ἄστει πάλιν ἐστασίαζον ἀποδημοῦντος τοῦ Σόλωνος· καὶ προειστήκει τῶν μὲν Πεδιέων Λυκοῦργος, τῶν δὲ Παράλων Μεγακλῆς ὁ Ἀλκμαίωνος, Πεισίστρατος δὲ τῶν Διακρίων, ἐν οἷς ἦν ὁ θητικὸς ὄχλος καὶ μάλιστα τοῖς πλουσίοις ἀχθόμενος· ὥστε χρῆσθαι μὲν ἔτι τοῖς νόμοις τὴν πόλιν, ἤδη δὲ πράγματα νεώτερα προσδοκᾶν καὶ ποθεῖν ἅπαντας ἑτέραν κατάστασιν, οὐκ ἴσον ἐλπίζοντας, ἀλλὰ πλέον ἕξειν1 ἐν τῇ μεταβολῇ καὶ κρατήσειν παντάπασι τῶν διαφερομένων.

在梭伦离国的期间,城邦内部再次陷入党争:平原派由吕库尔戈斯率领,海岸派由阿尔克迈翁之子墨伽克勒斯统领,山地派则由庇西特拉图领军,山地派中聚集着日佣劳工阶层的民众,他们尤其对富人怀恨在心。结果便是,尽管城邦仍在使用原有的法律,但众人已经期待着政变,并渴望另一种制度;他们并非指望平等,而是企图在变革中获取更多利益,并彻底压倒反对派。

§29.2

οὕτω δὲ τῶν πραγμάτων ἐχόντων ὁ Σόλων παραγενόμενος εἰς τὰς Ἀθήνας, αἰδῶ μὲν εἶχε καὶ τιμὴν παρὰ πᾶσιν, ἐν δὲ κοινῷ λέγειν καὶ πράσσειν ὁμοίως οὐκ ἔτʼ ἦν δυνατὸς οὐδὲ πρόθυμος ὑπὸ γήρως, ἀλλʼ ἐντυγχάνων ἰδίᾳ τοῖς προεστῶσι τῶν στάσεων ἀνδράσιν ἐπειρᾶτο διαλύειν καὶ συναρμόττειν, μάλιστα τοῦ Πεισιστράτου προσέχειν δοκοῦντος αὐτῷ. καὶ γὰρ αἱμύλον τι καὶ προσφιλὲς εἶχεν ἐν τῷ διαλέγεσθαι, καὶ βοηθητικὸς ἦν τοῖς πένησι καὶ πρὸς τὰς ἔχθρας ἐπιεικὴς καὶ μέτριος.

在这种局势之下,当梭伦回到雅典时,受到了所有人的敬重与尊崇,但他年事已高,已不再有能力也不愿像以往那样在公共场合发表演说与参与政务;不过,他私下接见各党派的领袖,极力调解并撮合他们,其中庇西特拉图似乎最为听从他的规劝。因为庇西特拉图在交谈时有一种动听而亲切的态度,乐于接济穷人,且对仇敌宽和适度。

§29.3

ἃ δὲ φύσει μὴ προσῆν αὐτῷ, καὶ ταῦτα μιμούμενος ἐπιστεύετο μᾶλλον τῶν ἐχόντων,2 ὡς εὐλαβὴς καὶ κόσμιος ἀνὴρ καὶ μάλιστα δὴ τὸ ἴσον ἀγαπῶν, καὶ δυσχεραίνων εἴ τις τὰ παρόντα κινοίη καὶ νεωτέρων ὀρέγοιτο· τούτοις γὰρ ἐξηπάτα τοὺς πολλούς. ὁ δὲ Σόλων ταχὺ τὸ ἦθος ἐφώρασεν αὐτοῦ καὶ τὴν ἐπιβουλὴν πρῶτος ἐγκατεῖδεν· οὐ μὴν ἐμίσησεν, ἀλλʼ ἐπειρᾶτο πραΰνειν καὶ νουθετεῖν, καὶ πρὸς αὐτὸν ἔλεγε καὶ πρὸς ἑτέρους ὡς εἴ τις ἐξέλοι τὸ φιλόπρωτον αὐτοῦ τῆς ψυχῆς καὶ τὴν ἐπιθυμίαν ἰάσαιτο τῆς τυραννίδος, οὐκ ἔστιν ἄλλος εὐφυέστερος πρὸς ἀρετὴν οὐδὲ βελτίων πολίτης.

此外,对于生性并不具备的品质,他也通过模仿伪装,以至于比真正拥有这些品质的人更受人信任,显得像是一个谨慎规矩、尤为崇尚平等之人,若是有人触动现状、图谋变革,他便表现出愤懑;他正是用这些手段欺骗了大众。然而梭伦很快看穿了他的品性,并最先洞察了他的阴谋;尽管如此,梭伦并未憎恨他,而是试图抚慰并劝诫他,并对他本人以及他人说道:如果有人能够从他的灵魂中消除好为人先的执念、治愈他对僭主之位的渴望,就再没有其他人比他更具归向美德的天赋,也没有比他更优秀的公民了。

§29.4

ἀρχομένων δὲ τῶν περὶ Θέσπιν ἤδη τὴν τραγῳδίαν κινεῖν,3 καὶ διὰ τὴν καινότητα τοὺς πολλοὺς ἄγοντος τοῦ πράγματος, οὔπω δʼ εἰς ἅμιλλαν ἐναγώνιον ἐξηγμένου, φύσει φιλήκοος ὢν καὶ φιλομαθὴς ὁ Σόλων, ἔτι μᾶλλον ἐν γήρᾳ σχολῇ καὶ παιδιᾷ καὶ νὴ Δία πότοις καὶ μουσικῇ παραπέμπων ἑαυτόν, ἐθεάσατο τὸν Θέσπιν αὐτὸν ὑποκρινόμενον, ὥσπερ ἔθος ἦν τοῖς παλαιοῖς.

当泰斯庇斯及其同人已经开始开创悲剧,这一事物因其新奇而吸引大众,但尚未被纳入正式的竞技竞赛时,梭伦生性喜好听闻与求知,晚年更是将自己寄托于闲暇、娱乐,以及——指宙斯发誓——畅饮和音律之中,于是他前去观看泰斯庇斯遵照古制亲自登台表演。

§29.5

μετὰ δὲ τὴν θέαν προσαγορεύσας αὐτὸν ἠρώτησεν εἰ τοσούτων ἐναντίον οὐκ αἰσχύνεται τηλικαῦτα ψευδόμενος. φήσαντος δὲ τοῦ Θέσπιδος μὴ δεινὸν εἶναι τὸ μετὰ παιδιᾶς λέγειν τὰ τοιαῦτα καὶ πράσσειν, σφόδρα τῇ βακτηρίᾳ τὴν γῆν ὁ Σόλων πατάξας· ταχὺ μέντοι τὴν παιδιάν, ἔφη, ταύτην ἐπαινοῦντες οὕτω καὶ τιμῶντες εὑρήσομεν ἐν τοῖς συμβολαίοις.

观赏之后,梭伦上前与他说话,问他在如此众多的人面前撒这样大的谎言难道不感到羞耻吗。当泰斯庇斯回答说在嬉戏游戏中说这些做这些并不可怕时,梭伦用手杖猛击地面说道: “然而,若我们如此赞赏并看重这种嬉戏游戏,用不了多久,我们就会在契约文书中见到它了。”

语法注3 条
  1. 29.1οὐκ ἴσον ἐλπίζοντας, ἀλλὰ πλέον ἕξειν

    此处省略了与 οὐκ ἴσον 搭配的不定式 ἕξειν(即 οὐκ ἴσον [ἕξειν] ἐλπίζοντας),与后文的 ἀλλὰ πλέον ἕξειν 相对并列。分词 ἐλπίζοντας 与前面的宾格不定式主语 ἅπαντας 保持性数格一致,表达“众人并非指望平等,而是企图获取更多”之意。

  2. 29.3ἃ δὲ φύσει μὴ προσῆν αὐτῷ, καὶ ταῦτα μιμούμενος ἐπιστεύετο μᾶλλον τῶν ἐχόντων

    关系代词从句 ἃ ... μὴ προσῆν αὐτῷ 由先行词 καὶ ταῦτα(宾格)复指,作为分词 μιμούμενος 的宾语。主句动词 ἐπιστεύετο 为被动语态(“被信任”),后接比较属格 τῶν ἐχόντων(“比真正拥有这些品质的人”)。

  3. 29.4ἀρχομένων δὲ τῶν περὶ Θέσπιν ἤδη τὴν τραγῳδίαν κινεῖν

    独立属格结构。短语 οἱ περὶ Θέσπιν(“泰斯庇斯及其同人/随从”)充当属格逻辑主语,配合分词 ἀρχομένων,支配互补不定式短语 τὴν τραγῳδίαν κινεῖν(“开始触动/开创悲剧”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:29.1-29.5