← 普鲁塔克

梭伦传

§2.1-2.4

梭伦从事商贸与对财富的见解

本段记述了梭伦因其父耗减家产而在年轻时投身商贸的背景、其诗歌中所体现的对财富的哲学见解,以及在那个时代商业所享有的崇高声誉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

ὁ δʼ οὖν Σόλων τὴν οὐσίαν τοῦ πατρὸς ἐλαττώσαντος εἰς φιλανθρωπίας τινάς, ὥς φησιν Ἕρμιππος, καὶ χάριτας, οὐκ ἂν ἀπορήσας1 τῶν βουλομένων ἐπαρκεῖν, αἰδούμενος δὲ λαμβάνειν παρʼ ἑτέρων ἐξ οἰκίας γεγονὼς εἰθισμένης ἑτέροις βοηθεῖν, ὥρμησε νέος ὢν ἔτι πρὸς ἐμπορίαν. καίτοι φασὶν ἔνιοι πολυπειρίας ἕνεκα μᾶλλον καὶ ἱστορίας ἢ χρηματισμοῦ πλανηθῆναι τὸν Σόλωνα.

总之,正如赫尔米普斯所说,由于梭伦的父亲因某些慈善与施舍而耗减了家产,梭伦本不致缺乏乐意资助他的人,但他生于惯常救济他人的家族,耻于向他人索取,便在尚且年轻时投身于商贸。不过也有人说,梭伦四处游历与其说是为了敛财,不如说是为了积累广博的见闻与考求实情。

§2.2

σοφίας μὲν γὰρ ἦν ὁμολογουμένως ἐραστής, ὅς γε καὶ πρεσβύτερος ὢν ἔλεγε γηράσκειν αἰεὶ πολλὰ διδασκόμενος· πλοῦτον δʼ οὐκ ἐθαύμαζεν, ἀλλὰ καί φησιν ὁμοίως πλουτεῖν ᾧ τε "πολὺς ἄργυρός ἐστι καὶ χρυσὸς καὶ γῆς πυροφόρου πεδία ἵπποι θʼ ἡμίονοί τε, καὶ ᾧ μόνα ταῦτα πάρεστι,2 γαστρί τε καὶ πλευρῇ καὶ ποσὶν ἁβρὰ παθεῖν, παιδός τʼ ἠδὲ γυναικός, ἐπὴν καὶ ταῦτʼ ἀφίκηται, ἥβη, σὺν δʼ ὥρη γίνεται ἁρμοδία."

因为他公认是一位智慧的爱好者,甚至在年事渐高时还常说: “我常在学习许多事物中渐渐变老”;他也并不崇尚财富,反而认为拥有 “大量金银、 产麦的大片原野、 马匹与骡子的人,以及仅有如下福分之人, 即腹中、胁部与双脚享受舒适, 并在童子与妇人相继到来、 青春降临且适宜的盛年俱备之时得享欢悦”,两者乃是同样富有的。

§2.3

ἀλλʼ ἑτέρωθι λέγει· "χρήματα δʼ ἱμείρω μὲν ἔχειν, ἀδίκως δὲ πεπᾶσθαι οὐκ ἐθέλω· πάντως ὕστερον ἦλθε δίκη." κωλύει δὲ οὐδὲν τὸν ἀγαθὸν καὶ πολιτικὸν ἄνδρα μήτε τῶν περιττῶν τὴν κτῆσιν ἐν σπουδῇ τίθεσθαι μήτε τῆς χρείας τῶν ἀναγκαίων καὶ ἱκανῶν καταφρονεῖν. ἐν δὲ τοῖς τότε χρόνοις, καθʼ Ἡσίοδον, ἔργον οὐδὲν ἦν ὄνειδος, οὐδὲ τέχνη διαφορὰν ἔφερεν, ἐμπορία δὲ καὶ δόξαν εἶχεν οἰκειουμένη τὰ βαρβαρικὰ καὶ προξενοῦσα φιλίας βασιλέων καὶ πραγμάτων ἐμπείρους ποιοῦσα πολλῶν.

但他在别处又说: “我渴望拥有财富,但不愿以不义之法 占有它;正义终究会在日后降临。” 一个优秀且明晓政务之人,既不把获取多余之物视为重中之重,也不轻视对必要且充裕之物的需求,这二者之间并无任何冲突。在当时的时代,正如赫西俄德所言,“劳作绝非耻辱”,技艺亦不会造成阶层分化,而商贸甚至享有盛誉,因为它能通晓异邦风物,缔结与列王的友谊,并使人对诸多事务富有经验。

§2.4

ἔνιοι δὲ καὶ πόλεων οἰκισταὶ γεγόνασι μεγάλων, ὡς καὶ Μασσαλίας Πρῶτις ὑπὸ Κελτῶν τῶν περὶ τὸν Ῥοδανὸν ἀγαπηθείς. καὶ Θαλῆν δέ φασιν ἐμπορίᾳ χρήσασθαι καὶ Ἱπποκράτην τὸν μαθηματικόν, καὶ Πλάτωνι τῆς ἀποδημίας ἐφόδιον ἐλαίου τινὸς ἐν Αἰγύπτῳ διάθεσιν γενέσθαι.

有些人甚至成为了伟大城邦的奠基者,例如受到罗讷河周围凯尔特人敬爱的马萨利亚创立者普罗提斯。人们还说泰勒斯和数学家希波克拉底都曾从事商贸,柏拉图在埃及出售橄榄油也充作了其漫游的旅费。

语法注2 条
  1. 2.1οὐκ ἂν ἀπορήσας

    分词 ἀπορήσας 与 ἄν 连用,相当于非现实或潜在条件句中的主句(等同于 οὐκ ἂν ἠπόρησεν),构成带 ἄν 的分词结构。在此带有让步意味,表示“他本不至于缺乏愿予襄助之人(但他却耻于受助)”。

  2. 2.2ὁμοίως πλουτεῖν ᾧ τε ... καὶ ᾧ μόνα ταῦτα πάρεστι

    由副词 ὁμοίως 引领,通过 ᾧ τε ... 与 καὶ ᾧ ... 构成两个并列的与格关系从句,起所属与格的作用。结构意为“拥有……的人与仅拥有这些的人‘同样富有’”,两个与格从句的先行词在句中皆被省略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:2.1-2.4