- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:28.1-28.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊索与梭伦就如何事君进行简短问答后,战败受缚于火刑堆的克罗伊索斯连呼梭伦之名;居鲁士问明原委后深受触动并赦免了他,梭伦因一言而救一王、化一王而名扬四方。
ὁ δὲ λογοποιὸς Αἴσωπος, ἐτύγχανε γὰρ εἰς Σάρδεις μετάπεμπτος γεγονὼς ὑπὸ Κροίσου καὶ τιμώμενος, ἠχθέσθη τῷ Σόλωνι μηδεμιᾶς τυχόντι φιλανθρωπίας·1 καὶ προτρέπων αὐτόν, ὦ Σόλων, ἔφη, τοῖς βασιλεῦσι δεῖ ὡς ἥκιστα ἢ ὡς ἥδιστα ὁμιλεῖν. καὶ ὁ Σόλων, μὰ Δίʼ, εἶπεν, ἀλλʼ ὡς ἥκιστα ἢ ὡς ἄριστα.
寓言家伊索由于恰巧受克罗伊索斯召请来到萨耳狄斯并备受尊崇,见梭伦未获任何善待而替他感到难过;他劝诫梭伦道: “梭伦啊, 与君王交往,要么尽可能少,要么尽可能顺从迎合。” 梭伦则回答道: “指着宙斯发誓,绝非如此, 而是要么尽可能少,要么尽可能尽善规劝。”
τότε μὲν οὖν ὁ Κροῖσος οὕτω τοῦ Σόλωνος κατεφρόνησεν· ἐπεὶ δὲ Κύρῳ συμβαλὼν ἐκρατήθη μάχῃ, καὶ τὴν πόλιν ἀπώλεσε, καὶ ζῶν ἁλοὺς αὐτὸς ἔμελλε καταπίμπρασθαι, καὶ γενομένης πυρᾶς ἀνεβιβάσθη δεδεμένος θεωμένων Περσῶν ἁπάντων καὶ Κύρου παρόντος, ἐφʼ ὅσον ἐξικνεῖτο καὶ δυνατὸς ἦν τῇ φωνῇ φθεγξάμενος ἀνεβόησε τρίς, ὦ Σόλων. θαυμάσας οὖν ὁ Κῦρος ἔπεμψε τοὺς ἐρησομένους ὅστις ἀνθρώπων ἢ θεῶν οὗτός ἐστιν ὁ Σόλων, ὃν ἐν τύχαις ἀπόροις μόνον ἀνακαλεῖται.
当时克罗伊索斯便是如此轻视梭伦的。然而,当他与居鲁士交战并在战斗中被击败、丧失了城池,他本人也被生擒且即将被焚死,柴堆筑起后他被捆绑着推了上去,在全体波斯人注视及居鲁士临场之时,他在声音所能及且所能发出的最大力量下大声呼喊了三次: “梭伦啊!” 居鲁士深感诧异,便派人去询问这位在绝境中唯独被他呼唤的梭伦,在凡人或神明中究竟是谁。
καὶ ὁ Κροῖσος οὐδὲν ἀποκρυψάμενος εἶπεν ὅτι τῶν παρʼ Ἕλλησι σοφῶν εἷς οὗτος ἦν ὁ ἀνήρ, ὃν ἐγὼ μετεπεμψάμην οὐκ ἀκοῦσαί τι βουλόμενος οὐδὲ μαθεῖν ὧν ἐνδεὴς ἤμην, ἀλλʼ ὡς δή μοι θεατὴς γένοιτο καὶ μάρτυς ἀπίοι τῆς εὐδαιμονίας ἐκείνης, ἣν ἀποβαλεῖν ἄρα μεῖζον ἦν κακὸν ἢ λαβεῖν ἀγαθόν.2 λόγος γὰρ ἦν καὶ δόξα τἀγαθὸν παρούσης·3 αἱ μεταβολαὶ δέ μοι αὐτῆς εἰς πάθη δεινὰ καὶ συμφορὰς ἀνηκέστους ἔργῳ τελευτῶσι.
克罗伊索斯毫不隐瞒地说道: “此人是希腊智者之一,我召他前来并非想听取什么,亦非想学习自己所匮乏的事物,而只是想让他成为我昔日那种幸福的目击者,并在离去后作其见证;然而如今看来,失去那种幸福是比当初获得它是件好事更巨大的灾难。因为当它尚在时,所谓的善不过是空谈与声名;而它的变故在现实中却最终导致了我可怕的苦难与无可挽回的祸患。
καὶ ταῦτʼ ἐκεῖνος ὁ ἀνὴρ ἐκ τῶν τότε τὰ νῦν τεκμαιρόμενος, ἐκέλευε τὸ τέλος τοῦ βίου σκοπεῖν καὶ μὴ θρασυνόμενον ἀβεβαίοις ὑπονοίαις ὑβρίζειν. ἐπεὶ δὲ τοῦτʼ ἀνηνέχθη πρὸς τὸν Κῦρον, ἅτε δὴ σοφώτερος ὢν τοῦ Κροίσου καὶ τὸν λόγον τοῦ Σόλωνος ἰσχυρὸν ἐν τῷ παραδείγματι βλέπων, οὐ μόνον ἀφῆκε τὸν Κροῖσον, ἀλλὰ καὶ τιμῶν ἐφʼ ὅσον ἔζη διετέλεσε· καὶ δόξαν ἔσχεν ὁ Σόλων ἑνὶ λόγῳ τὸν μὲν σώσας, τὸν δὲ παιδεύσας τῶν βασιλέων.4
那个人根据当时的情形推测到了今日的局面,曾告诫我当审视生命的终局,不可因虚妄的念头狂妄自大而肆意妄为。” 当这番话被汇报给居鲁士时,由于他比克罗伊索斯更加明智,并且从这一事例中看到了梭伦之言的力量,他不仅释放了克罗伊索斯,而且只要他在世便始终优待于他;而梭伦也因此获得了凭借一席之言便拯救了一位君王、教化了另一位君王的崇高声誉。
- 28.1ἠχθέσθη τῷ Σόλωνι μηδεμιᾶς τυχόντι φιλανθρωπίας
动词 ἄχθομαι 接与格通常表示“对……感到恼怒/不悦”,但在此语境中并非指伊索对梭伦发怒,而是出于同情表示“替梭伦感到难过/惋惜”。否定词采用 μηδεμιᾶς 而非 οὐδεμιᾶς,是因为分词 τυχόντι 体现了伊索主观认知中的缘由(即见其未能获得礼遇)。
- 28.3ἣν ἀποβαλεῖν ἄρα μεῖζον ἦν κακὸν ἢ λαβεῖν ἀγαθόν
未完成过去时 ἦν 与小词 ἄρα 连用,表示事后方才醒悟的真实情况(即所谓“哲学的未完成过去时”),意为“原来/其实竟然是……”。比较句结构以两个不定式 ἀποβαλεῖν(失去)与 λαβεῖν(获得)作主语形成对照,骨架为“失去它所带来的恶,大过获得它曾是一件善事”。
- 28.3λόγος γὰρ ἦν καὶ δόξα τἀγαθὸν παρούσης
παρούσης 是独立属格结构,其逻辑主语 τῆς εὐδαιμονίας 从前文承前省略。τἀγαθόν 作主语(或表语),整句意为“盖当其(繁荣)尚存之时,所谓的善不过是口舌与虚名而已”。
- 28.4ἑνὶ λόγῳ τὸν μὲν σώσας, τὸν δὲ παιδεύσας τῶν βασιλέων
τῶν βασιλέων 是部分属格(partitive genitive),依附于宾格冠词短语 τὸν μέν ... τὸν δέ(“其中一位……另一位……”)。前者指克罗伊索斯,后者指居鲁士,分词 σώσας 与 παιδεύσας 分别表示梭伦对两位君王所施加的作用。
