- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:27.1-27.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克为梭伦与克罗伊索斯之间著名的会面辩护以反驳年代学质疑,并详细记述了梭伦以泰卢斯、克勒俄比斯和比同为例与国王论述真正幸福的对话。
τὴν δὲ πρὸς Κροῖσον ἔντευξιν αὐτοῦ δοκοῦσιν ἔνιοι τοῖς χρόνοις ὡς πεπλασμένην ἐλέγχειν. ἐγὼ δὲ λόγον ἔνδοξον οὕτω καὶ τοσούτους μάρτυρας ἔχοντα, καὶ, ὃ μεῖζόν ἐστι, πρέποντα τῷ Σόλωνος ἤθει καὶ τῆς ἐκείνου μεγαλοφροσύνης καὶ σοφίας ἄξιον, οὔ μοι δοκῶ προήσεσθαι1 χρονικοῖς τισι λεγομένοις κανόσιν, οὓς μυρίοι διορθοῦντες ἄχρι σήμερον εἰς οὐδὲν αὑτοῖς ὁμολογούμενον δύνανται καταστῆσαι τὰς ἀντιλογίας.
关于他与克罗伊索斯的会见,有人认为可以从年代学的角度将其作为虚构之说予以驳斥。但我自己却不打算为了所谓纪年标准而放弃一段如此著名、拥有如此多见证人,且更重要的是,切合梭伦性格并配得上他的豁达与智慧的记载;无数人直至今日一直在修订那些纪年标准,却始终无法使其矛盾之处达成任何公认的一致。
τὸν δʼ οὖν Σόλωνά φασιν εἰς Σάρδεις δεηθέντι τῷ Κροίσῳ παραγενόμενον, παθεῖν τι παραπλήσιον ἀνδρὶ χερσαίῳ κατιόντι πρῶτον ἐπὶ θάλατταν. ἐκεῖνός τε γὰρ ὁρῶν ἄλλον ἐξ ἄλλου ποταμὸν ᾤετο τὴν θάλασσαν εἶναι,2 καὶ τῷ Σόλωνι τὴν αὐλὴν διαπορευομένῳ καὶ πολλοὺς ὁρῶντι τῶν βασιλικῶν κεκοσμημένους πολυτελῶς, καὶ σοβοῦντας ἐν ὄχλῳ προπομπῶν καὶ δορυφόρων, ἕκαστος ἐδόκει Κροῖσος εἶναι, μέχρι πρὸς αὐτὸν ἤχθη, πᾶν ὅσον ἐν λίθοις, ἐν βαφαῖς ἐσθῆτος, ἐν τέχναις χρυσοῦ περὶ κόσμον ἐκπρεπὲς ἔχειν ἢ περιττὸν ἢ ζηλωτὸν ἐδόκει περικείμενον,3 ὡς δὴ θέαμα σεμνότατον ὀφθείη καὶ ποικιλώτατον.
无论如何,据说梭伦应克罗伊索斯的邀请来到萨耳狄斯时,经历了某种类似于内陆人初次走向大海时的遭遇。因为正如那人见到一条又一条河流便以为是大海一样,梭伦在走过宫廷、目睹许多侍臣服饰奢华、在一众随从与卫士的簇拥下阔步前行时,也以为每一个人就是克罗伊索斯,直到他被引至国王本人面前;国王浑身穿戴着在宝石、衣袍染料以及黄金工艺装饰方面一切显赫、过甚或令人艳羡的事物,以便确实能呈现出最为庄严、最为华丽的景象。
ἐπεὶ δʼ ὁ Σόλων ἄντικρυς καταστὰς οὔτʼ ἔπαθεν οὐδὲν οὔτʼ εἶπε πρὸς τὴν ὄψιν ὧν ὁ Κροῖσος προσεδόκησεν, ἀλλὰ καὶ δῆλος ἦν τοῖς εὖ φρονοῦσι τῆς ἀπειροκαλίας καὶ μικροπρεπείας καταφρονῶν, ἐκέλευσεν αὐτῷ τούς τε θησαυροὺς ἀνοῖξαι τῶν χρημάτων, καὶ τὴν ἄλλην ἄγοντας ἐπιδεῖξαι μηδὲν δεομένῳ κατασκευὴν καὶ πολυτέλειαν. ἤρκει γὰρ αὐτὸς ἐν ἑαυτῷ τοῦ τρόπου κατανόησιν παρασχεῖν. ὡς δʼ οὖν αὖθις ἤχθη γεγονὼς ἁπάντων θεατής, ἠρώτησεν αὐτὸν ὁ Κροῖσος εἴ τινα οἶδεν ἀνθρώπων αὐτοῦ μακαριώτερον.
然而,当梭伦直面立于其前时,面对这一景象,既未表现出克罗伊索斯所期盼的任何反应,也未说出其所期盼的任何话语,反而在明察者眼中显露出他对这种缺乏审美品位的恶俗与卑劣的鄙夷;于是克罗伊索斯下令为他开启金银财库,并命人引他参观其余的陈设与奢华之物,尽管梭伦并无此需求。因为国王本人的举止本身便足以令人看清其心性。总之,当梭伦看遍一切再次被引至面前时,克罗伊索斯问他,是否知晓有何人比自己更为有福。
ἀποφηναμένου δὲ τοῦ Σόλωνος ὅτι οἶδε Τέλλον αὑτοῦ πολίτην, καὶ διεξελθόντος ὅτι χρηστὸς ἀνὴρ ὁ Τέλλος γενόμενος καὶ παῖδας εὐδοκίμους καταλιπὼν καὶ βίον οὐδενὸς ἐνδεᾶ τῶν ἀναγκαίων, ἐτελεύτησεν ἐνδόξως ἀριστεύσας ὑπὲρ τῆς πατρίδος, ἤδη μὲν ἀλλόκοτος ἐδόκει εἶναι τῷ Κροίσῳ καὶ ἄγροικος, εἰ μὴ πρὸς ἀργύριον πολὺ μηδὲ χρυσίον τῆς εὐδαιμονίας ποιεῖται τὴν ἀναμέτρησιν, ἀλλὰ δημοτικοῦ καὶ ἰδιώτου βίον καὶ θάνατον ἀνθρώπου μᾶλλον ἢ τοσαύτην ἀγαπῴη4 δύναμιν καὶ ἀρχήν.
梭伦回答说知道自己的同胞泰卢斯,并详细讲述了泰卢斯如何做一个高尚之人,留下了有名望的儿子,生前未曾匮乏任何生活必需品,最终为祖国英勇奋战而光荣去世;克罗伊索斯此时便已觉得他古怪而粗鄙,因为他竟然不以大量的金银来衡量幸福,反而珍视一个平民私人的生与死,甚于如此巨大的权力和统治。
οὐ μὴν ἀλλὰ πάλιν ἠρώτησεν αὐτὸν εἰ μετὰ Τέλλον ἄλλον ἔγνωκεν ἀνθρώπων εὐδαιμονέστερον. πάλιν δὲ τοῦ Σόλωνος εἰπόντος εἰδέναι Κλέοβιν καὶ Βίτωνα, φιλαδέλφους καὶ φιλομήτορας διαφερόντως ἄνδρας, οἳ τὴν μητέρα τῶν βοῶν βραδυνόντων ὑποδύντες αὐτοὶ τῷ ζυγῷ5 τῆς ἁμάξης ἐκόμισαν πρὸς τὸ τῆς Ἥρας ἱερὸν εὐδαιμονιζομένην ὑπὸ τῶν πολιτῶν καὶ χαίρουσαν, εἶτα θύσαντες καὶ πιόντες οὐκ ἔτι μεθʼ ἡμέραν ἀνέστησαν, ἀλλὰ τεθνηκότες ἀναλγῆ καὶ ἄλυπον ἐπὶ δόξῃ τοσαύτῃ θάνατον ὤφθησαν, ἡμᾶς δέ, εἶπεν ἤδη πρὸς ὀργὴν ὁ Κροῖσος, εἰς οὐδένα τίθης εὐδαιμόνων ἀριθμὸν ἀνθρώπων; καὶ ὁ Σόλων οὔτε κολακεύειν βουλόμενος αὐτὸν οὔτε περαιτέρω παροξύνειν, Ἕλλησιν, εἶπεν, ὦ βασιλεῦ Λυδῶν, πρός τε τἆλλα μετρίως ἔχειν ὁ θεὸς ἔδωκε, καὶ σοφίας τινὸς ἀθαρσοῦς, ὡς ἔοικε, καὶ δημοτικῆς, οὐ βασιλικῆς οὐδὲ λαμπρᾶς, ὑπὸ μετριότητος ἡμῖν μέτεστιν, ἣ τύχαις ὁρῶσα παντοδαπαῖς χρώμενον ἀεὶ τὸν βίον, οὐκ ἐᾷ τοῖς παροῦσιν ἀγαθοῖς μέγα φρονεῖν, οὐδὲ θαυμάζειν ἀνδρὸς εὐτυχίαν μεταβολῆς χρόνον ἔχουσαν.
尽管如此,他还是再次询问梭伦,在泰卢斯之后是否还知晓人类中有谁更为幸福。梭伦又回答说知道克勒俄比斯与比同,他们是格外友爱兄弟与孝敬母亲的人;当牛只行动迟缓时,他们亲自钻入车轭下拉车,将备受公民祝福且满心欢喜的母亲送到了赫拉神庙;随后,他们在祭祀并饮宴之后,翌日便不再醒来,而是被发现已经死去,在如此巨大的荣耀中经历了一种无痛苦亦无悲哀的死亡。此时克罗伊索斯已带着怒意说道: “那么我们呢, 你竟不把我们列入任何幸福之人的行列吗?” 梭伦既不愿谄媚他,也不愿进一步激怒他,便说道: “吕底亚的国王啊, 神赐予了希腊人在其他事情上保持适度,由于这种适度,我们似乎也分得了一种不失谨慎、平民化而非王家或显赫的智慧;这种智慧看到人生始终经历着形形色色的命运,因而不容许我们因眼前的利益而自命不凡,也不容许我们赞叹一个尚有时间发生变故的人的幸运。
ἔπεισι γὰρ ἑκάστῳ ποικίλον ἐξ ἀδήλου τὸ μέλλον· ᾧ δʼ εἰς τέλος ὁ δαίμων ἔθετο τὴν εὐπραξίαν, τοῦτον εὐδαίμονα νομίζομεν. ὁ δὲ ζῶντος ἔτι καὶ κινδυνεύοντος ἐν τῷ βίῳ μακαρισμός, ὥσπερ ἀγωνιζομένου κήρυγμα καὶ στέφανος, ἐστὶν ἀβέβαιος καὶ ἄκυρος. ταῦτʼ εἰπὼν ὁ Σόλων ἀπηλλάττετο λυπήσας μέν, οὐ νουθετήσας δὲ τὸν Κροῖσον.
因为对于每个人而言,未来都是从不可预知中多端降临的;只有对那神明赐予其善终至结局的人,我们才视其为幸福者。而对于仍在活着且在生活中承担风险之人赞其有福,正如对仍在竞技场上搏斗之人宣告胜利并加冕冠冕一样,是靠不住且无效的。” 说完这番话,梭伦便离去了,他使克罗伊索斯感到懊丧,却未能使其受到劝诫。
- 27.1οὔ μοι δοκῶ προήσεσθαι
第一人称动词 δοκῶ 搭配与格代词 μοι 及将来时不定式 προήσεσθαι,构成一种惯用表达,意为“我不打算放弃”或“我难以想象自己会放弃”。否定词 οὐ 否定整个不定式命题。
- 27.2τῷ Σόλωνι τὴν αὐλὴν διαπορευομένῳ ... ἕκαστος ἐδόκει Κροῖσος εἶναι
句首以与格分词短语 τῷ Σόλωνι διαπορευομένῳ(对穿过宫廷的梭伦而言)引导,而主句谓语采用了以 ἕκαστος 为主语的人称构式(ἕκαστος ἐδόκει ... εἶναι,“每一个人看起来都像是克罗伊索斯”),而非无人称构式。
- 27.2πᾶν ὅσον ἐν λίθοις, ἐν βαφαῖς ἐσθῆτος, ἐν τέχναις χρυσοῦ περὶ κόσμον ἐκπρεπὲς ἔχειν ἢ περιττὸν ἢ ζηλωτὸν ἐδόκει περικείμενον
分词 περικείμενον(身披/穿戴)为宾格,修饰前文指代克罗伊索斯的宾格代词 αὐτόν。其宾语为先行词 πᾶν,由关系从句 ὅσον ... ἐδόκει 所修饰;中性形容词 ἐκπρεπές、περιττόν 与 ζηλωτόν 作为不定式 ἔχειν 的宾语或补足成分,整体意为“穿戴着一切被认为非凡、过甚或令人羡慕的事物”。
- 27.4εἰ μὴ πρὸς ἀργύριον πολὺ μηδὲ χρυσίον τῆς εὐδαιμονίας ποιεῖται τὴν ἀναμέτρησιν, ἀλλὰ ... ἀγαπῴη
在依附于历史过去时主句动词 ἐδόκει 的条件从句中,前半句保留了直陈式现在时 ποιεῖται 以呈现直接假设,而后半句则转为间接引语希求法(oblique optative)ἀγαπῴη,体现了从克罗伊索斯视角对梭伦内在判断的转述。
- 27.5τῶν βοῶν βραδυνόντων ὑποδύντες αὐτοὶ τῷ ζυγῷ
短语 τῶν βοῶν βραδυνόντων 为表示原因的属格独立结构(“鉴于公牛迟缓”)。强调代词 αὐτοί 作为分词 ὑποδύντες 的主语,动词复合前缀 ὑπό 支配与格 τῷ ζυγῷ(“钻入车轭之下”)。
