- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:26.1-26.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
梭伦前往埃及并从祭司处获知大西洋岛的传说,随后转赴塞浦路斯,劝说国王斐洛屈普罗斯迁徙并扩建城邑,该城遂以梭伦之名更名为索利。
πρῶτον μὲν οὖν εἰς Αἴγυπτον ἀφίκετο καὶ διέτριψεν, ὡς αὐτός φησι, "Νείλου ἐπὶ προχοῇσι Κανωβίδος ἐγγύθεν ἀκτῆς." χρόνον δέ τινα καὶ τοῖς περὶ Ψένωφιν τὸν Ἡλιουπολίτην καὶ Σῶγχιν τὸν Σαΐτην,1 λογιωτάτοις οὖσι τῶν ἱερέων, συνεφιλοσόφησε· παρʼ ὧν καὶ τὸν Ἀτλαντικὸν ἀκούσας λόγον, ὡς Πλάτων φησίν, ἐπεχείρησε διὰ ποιήματος ἐξενεγκεῖν εἰς τοὺς Ἕλληνας.
首先,他抵达了埃及,正如他自己所言,在“靠近卡诺珀斯海岸的尼罗河口”度过了一段时光。 有一段时间,他还与赫利奥波利斯的普塞诺斐斯和萨伊斯的松基斯一派共同研讨哲学,这二人是祭司中最博学之人;正如柏拉图所言,他也是从他们那里听闻了大西洋岛的传说,并尝试以诗歌的形式将其传播给希腊人。
ἔπειτα πλεύσας εἰς Κύπρον ἠγαπήθη διαφερόντως ὑπὸ Φιλοκύπρου τινὸς τῶν ἐκεῖ βασιλέων, ὃς εἶχεν οὐ μεγάλην πόλιν, ᾠκισμένην ὑπὸ Δημοφῶντος τοῦ Θησέως, περὶ τὸν Κλάριον ποταμὸν ἐν χωρίοις ὀχυροῖς μέν, ἄλλως δὲ δυσχερέσι καὶ φαύλοις κειμένην. ἔπεισεν οὖν αὐτὸν ὁ Σόλων ὑποκειμένου καλοῦ πεδίου μεταθέντα τὴν πόλιν ἡδίονα καὶ μείζονα κατασκευάσαι.2
随后,他航海前往塞浦路斯,受到当地诸王之一斐洛屈普罗斯格外的敬爱。该王拥有一座由忒修斯之子得摩丰所建、规模并不大的城邑,坐落在克拉里奥斯河畔险要却在其他方面局促而贫瘠的地势上。于是梭伦劝说他,鉴于下方有一片优美的平原,便将城邑迁徙于此,建造得更加宜居宏大。
καὶ παρὼν ἐπεμελήθη τοῦ συνοικισμοῦ, καὶ συνδιεκόσμησε πρός τε διαγωγὴν ἄριστα καὶ πρὸς ἀσφάλειαν, ὥστε πολλοὺς μὲν οἰκήτορας τῷ Φιλοκύπρῳ συνελθεῖν, ζηλῶσαι δὲ τοὺς ἄλλους βασιλέας· διὸ καὶ τῷ Σόλωνι τιμὴν ἀποδιδοὺς Αἰπεῖαν τὴν πόλιν καλουμένην πρότερον ἀπʼ ἐκείνου Σόλους προσηγόρευσε.
梭伦不仅亲自监督了这一重聚并邑的进程,还在生计安居与防务安全两方面协助作了最妥善的规划,以致大批定居者汇聚到斐洛屈普罗斯治下,令其他国王羡慕不已;因此,为了向梭伦致敬,他将原本名为埃佩亚的城邑以梭伦的名字命名为索利。
καὶ αὐτὸς δὲ μέμνηται τοῦ συνοικισμοῦ· προσαγορεύσας γὰρ ἐν ταῖς ἐλεγείαις τὸν Φιλόκυπρον, "νῦν δὲ (φησί) σὺ μὲν Σολίοισι πολὺν χρόνον ἐνθάδʼ ἀνάσσων τήνδε πόλιν ναίοις καὶ γένος ὑμέτερον· αὐτὰρ ἐμὲ ξὺν νηῒ θοῇ κλεινῆς ἀπὸ νήσου ἀσκηθῆ πέμποι Κύπρις ἰοστέφανος· οἰκισμῷ δʼ ἐπὶ τῷδε χάριν καὶ κῦδος ὀπάζοι ἐσθλὸν καὶ νόστον πατρίδʼ ἐς ἡμετέρην."
梭伦本人亦提及了这次并邑建城;因为他在哀歌中向斐洛屈普罗斯致意道: “而今(他说)愿你长久在此统治索利之民, 居于此城,你与你的子孙后代; 而愿头戴紫罗兰冠的塞浦路斯女神, 以疾驰之舟护送我平安离此胜岛; 愿她为此并邑赐予恩泽与崇高荣耀, 以及返回我们故土的归途。”
- 26.1τοῖς περὶ Ψένωφιν τὸν Ἡλιουπολίτην καὶ Σῶγχιν τὸν Σαΐτην
介词短语“οἱ περί τινα”既可指代核心人物及其随从、门徒或学派,亦可用作委婉或庄重地仅指核心人物自身的惯用表达。此处指普塞诺斐斯与松基斯及其祭司门人团体,或径指此二位大祭司本人。
- 26.2ὑποκειμένου καλοῦ πεδίου μεταθέντα τὴν πόλιν ἡδίονα καὶ μείζονα κατασκευάσαι
“ὑποκειμένου καλοῦ πεδίου”为表示原因或伴随情况的属格绝对结构。宾格分词“μεταθέντα”修饰承接上文的“αὐτόν”(斐洛屈普罗斯),作为不定式“κατασκευάσαι”的逻辑主语相一致,构成“ἔπεισεν αὐτὸν ... μεταθέντα ... κατασκευάσαι”的使役/说服句式。
