- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:25.1-25.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
梭伦将其法律的有效期定为一百年,载于旋转木轴并责令官员宣誓恪守。他又改革了太阴历的计日方式,随后以海运贸易为借口离邦外游十年,以避开公民对法律的无休止纠缠与质难。
ἰσχὺν δὲ τοῖς νόμοις πᾶσιν εἰς ἑκατὸν ἐνιαυτοὺς ἔδωκε· καὶ κατεγράφησαν εἰς ξυλίνους ἄξονας ἐν πλαισίοις περιέχουσι στρεφομένους, ὧν ἔτι καθʼ ἡμᾶς ἐν Πρυτανείῳ λείψανα μικρὰ διεσώζετο· καὶ προσηγορεύθησαν, ὡς Ἀριστοτέλης φησί, κύρβεις. καὶ Κρατῖνος ὁ κωμικὸς εἴρηκέ που· "πρὸς τοῦ Σόλωνος καὶ Δράκοντος οἷσι νῦν φρύγουσιν ἤδη τὰς κάχρυς τοῖς κύρβεσιν."
他使所有的法律有效期达一百年;法律被书写在长方形框内旋转的木轴上,这些木轴的少许残件在我们的时代仍保存在市政厅中。正如亚里士多德所说,它们被称为“库耳贝斯”。喜剧诗人克拉提诺斯也在某处说道: “指着梭伦和德拉古起誓,人们如今 已用那些库耳贝斯来烤大麦粒了。”
ἔνιοι δέ φασιν ἰδίως ἐν οἷς ἱερὰ καὶ θυσίαι περιέχονται, κύρβεις, ἄξονας δὲ τοὺς ἄλλους ὠνομάσθαι, κοινὸν μὲν οὖν ὤμνυεν ὅρκον ἡ βουλὴ τοὺς Σόλωνος νόμους ἐμπεδώσειν, ἴδιον δʼ ἕκαστος τῶν θεσμοθετῶν ἐν ἀγορᾷ πρὸς τῷ λίθῳ, καταφατίζων, εἴ τι παραβαίη τῶν θεσμῶν, ἀνδριάντα χρυσοῦν ἰσομέτρητον1 ἀναθήσειν ἐν Δελφοῖς.
不过,也有人说,严格来说,记载祭祀与献祭规范的木板被称为“库耳贝斯”,而其余的则被称为“轴”。当时,议事会共同起誓维护梭伦的法律,而各位司法官则在广场的立石旁各自单独宣誓,声明若有谁违犯了其中的法规,便在德尔斐奉献一尊与自己等身大的金像。
συνιδὼν δὲ τοῦ μηνὸς τὴν ἀνωμαλίαν, καὶ τὴν κίνησιν τῆς σελήνης οὔτε δυομένῳ τῷ ἡλίῳ πάντως οὔτʼ ἀνίσχοντι συμφερομένην, ἀλλὰ πολλάκις τῆς αὐτῆς ἡμέρας καὶ καταλαμβάνουσαν καὶ παρερχομένην τὸν ἥλιον, αὐτὴν μὲν ἔταξε ταύτην ἕνην καὶ νέαν καλεῖσθαι, τὸ μὲν πρὸ συνόδου μόριον αὐτῆς τῷ παυομένῳ μηνί, τὸ δὲ λοιπὸν ἤδη τῷ ἀρχομένῳ προσήκειν ἡγούμενος, πρῶτος, ὡς ἔοικεν, ὀρθῶς ἀκούσας Ὁμήρου λέγοντος, "τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο," τὴν δʼ ἐφεξῆς ἡμέραν νουμηνίαν ἐκάλεσε. τὰς δʼ ἀπʼ εἰκάδος οὐ προστιθείς, ἀλλʼ ἀφαιρῶν καὶ ἀναλύων, ὥσπερ τὰ φῶτα τῆς σελήνης ἑώρα, μέχρι τριακάδος ἠρίθμησεν.2
他又觉察到月份的参差不齐,月亮的运行无论在落日还是升日时都绝非完全一致,而是经常在同一天追上并掠过太阳,于是他规定将这一天本身称为“旧与新”,认为合朔前的部分归属于将尽之月,而余下的部分则已属于起始之月——他似乎是第一位正确理解荷马所谓“当一月亏蚀而另一月开始时”这一诗句的人;而他把接续的一天称为“初一日”。至于二十日以后的日子,他并非依序累加,而是如同他目睹月光消减那样,倒数递减地算至三十日。
ἐπεὶ δὲ τῶν νόμων εἰσενεχθέντων ἔνιοι τῷ Σόλωνι καθʼ ἑκάστην προσῄεσαν ἡμέραν, ἐπαινοῦντες ἢ ψέγοντες ἢ συμβουλεύοντες ἐμβάλλειν τοῖς γεγραμμένοις ὅ τι τύχοιεν ἢ ἀφαιρεῖν, πλεῖστοι δʼ ἦσαν οἱ πυνθανόμενοι καὶ ἀνακρίνοντες καὶ κελεύοντες αὐτὸν ὅπως ἕκαστον ἔχει καὶ πρὸς ἣν κεῖται διάνοιαν ἐπεκδιδάσκειν καὶ σαφηνίζειν, ὁρῶν ὅτι ταῦτα καὶ τὸ πράττειν ἄτοπον καὶ τὸ μὴ πράττειν ἐπίφθονον, ὅλως δὲ ταῖς ἀπορίαις ὑπεκστῆναι βουλόμενος καὶ διαφυγεῖν τὸ δυσάρεστον καὶ φιλαίτιον τῶν πολιτῶν (ἔργμασι γὰρ ἐν μεγάλοις πᾶσιν ἁδεῖν χαλεπόν, ὡς αὐτὸς εἴρηκε), πρόσχημα τῆς πλάνης τὴν ναυκληρίαν ποιησάμενος ἐξέπλευσε,3 δεκαετῆ παρὰ τῶν Ἀθηναίων ἀποδημίαν αἰτησάμενος. ἤλπιζε γὰρ ἐν τῷ χρόνῳ τούτῳ καὶ τοῖς νόμοις αὐτοὺς ἔσεσθαι συνήθεις.
当法律颁行之后,每天都有人前来造访梭伦,或者称赞,或者责难,或者随心所欲地建议在条文中增补或删削;最多的是那些前来询问、质询,敦促他进一步讲解并阐明每项法规的含义与立法意图的人。梭伦看出照做既不切实际,而不照做又招人怨恨,且总的来说他希望摆脱困境,避开公民们的挑剔与责难(正如他自己所言:“在宏伟的事业中,想要取悦众人实属不易”),于是他以海运贸易作为游历的幌子扬帆出海,向雅典人请求离邦旅居十年。因为他期望在这段时间里,他们也会习惯于遵守这些法律。
- 25.2ἰσομέτρητον
修饰 ἀνδριάντα χρυσοῦν 的形容词,意为“与自身同等尺寸的”或“等身大的”。指违誓的司法官须向德尔斐神庙奉献一座与自己身高体量相当的纯金雕像作为严厉的惩罚。
- 25.3τὰς δʼ ἀπʼ εἰκάδος οὐ προστιθείς, ἀλλʼ ἀφαιρῶν καὶ ἀναλύων, ὥσπερ τὰ φῶτα τῆς σελήνης ἑώρα, μέχρι τριακάδος ἠρίθμησεν
此句说明二十日之后(τὰς [ἡμέρας] ἀπʼ εἰκάδος)的纪日方式。他不采用依次累加(προστιθείς,如二十一、二十二等)的顺数法,而是正如观察月光之亏缺(ὥσπερ τὰ φῶτα τῆς σελήνης ἑώρα),以递减逆算(ἀφαιρῶν καὶ ἀναλύων)的方式数至三十日(即古希腊所谓的“残月期”纪日)。
- 25.4ἐπεὶ δὲ τῶν νόμων εἰσενεχθέντων ... ἐξέπλευσε
长难句结构。在以 ἐπεὶ 开首的状语从句(包含属格绝对结构 τῶν νόμων εἰσενεχθέντων,陈述公民们纷至沓来的干预与质询,延展至 σαφηνίζειν)之后,主句主语(梭伦)由两个分词短语 ὁρῶν ... 与 βουλόμενος ... 引出其动机,最终落到主动词 ἐξέπλευσε(扬帆启航)上。
