← 普鲁塔克

梭伦传

§24.1-24.3

农产品出口限制与公民权授予的规定

本段记述了梭伦关于农产品出口限制(唯橄榄油例外)、四足兽伤人赔偿、归化公民资格以及公共膳宿的相关法律规定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.1

τῶν δὲ γινομένων διάθεσιν πρὸς ξένους ἐλαίου μόνον ἔδωκεν, ἄλλα δʼ ἐξάγειν ἐκώλυσε· καὶ κατὰ τῶν ἐξαγόντων ἀρὰς τὸν ἄρχοντα ποιεῖσθαι προσέταξεν, ἢ ἐκτίνειν αὐτὸν ἑκατὸν δραχμὰς εἰς τὸ δημόσιον. καὶ πρῶτος ἄξων ἐστὶν ὁ τοῦτον περιέχων τὸν νόμον. οὐκ ἂν οὖν τις ἡγήσαιτο παντελῶς ἀπιθάνους τοὺς λέγοντας ὅτι καὶ σύκων ἐξαγωγὴ τὸ παλαιὸν ἀπείρητο, καὶ τὸ φαίνειν ἐνδεικνύμενον τοὺς ἐξάγοντας κληθῆναι συκοφαντεῖν. ἔγραψε δὲ καὶ βλάβης τετραπόδων νόμον, ἐν ᾧ καὶ κύνα δακόντα παραδοῦναι κελεύει κλοιῷ τριπήχει δεδεμένον· τὸ μὲν ἐνθύμημα χάριεν πρὸς ἀσφάλειαν.

关于土地的产物,他只准许将橄榄油卖给外邦人,其余物品则一律禁止输出;他并责令执政官对输出者降下诅咒,否则执政官本人须向国库缴纳一百德拉克马。载有这条法律的正是第一块木轴。因此,若有人说古时连无花果的输出亦在禁止之列,而检举揭发输出者被称为“告发无花果(诬告)”,人们不会认为这种说法是全然不可信的。他还制定了一部关于四足兽造成损害的法律,其中吩咐凡咬人的狗,必须系在三肘长的颈木上交出;这一构思对于防患安全而言颇为精妙。

§24.2

παρέχει δʼ ἀπορίαν καὶ ὁ τῶν δημοποιήτων νόμος, ὅτι γενέσθαι πολίταις οὐ δίδωσι πλὴν τοῖς φεύγουσιν ἀειφυγίᾳ τὴν ἑαυτῶν ἢ πανεστίοις Ἀθήναζε μετοικιζομένοις ἐπὶ τέχνῃ. τοῦτο δὲ ποιῆσαί φασιν αὐτὸν οὐχ οὕτως ἀπελαύνοντα τοὺς ἄλλους ὡς κατακαλούμενον Ἀθήναζε τούτους ἐπὶ βεβαίῳ τῷ μεθέξειν1 τῆς πολιτείας, καὶ ἅμα πιστοὺς νομίζοντα τοὺς μὲν ἀποβεβληκότας τὴν ἑαυτῶν διὰ τὴν ἀνάγκην, τοὺς δʼ ἀπολελοιπότας διὰ τὴν γνώμην.

关于归化公民的法律也令人费解,因为除了那些被本邦终身放逐者,或是举家迁居雅典以谋技艺者之外,他一概不准其他人成为公民。据说,他这样做倒不是为了排斥他人,而是为了以必定能分享公民权的保证吸引这些人来雅典,并且同时认为,因形势所迫而失去故土的人,与出于深谋熟虑而离弃故土的人,同样是值得信赖的。

§24.3

ἴδιον δὲ τοῦ Σόλωνος καὶ τὸ περὶ τῆς ἐν δημοσίῳ σιτήσεως, ὅπερ αὐτὸς παρασιτεῖν κέκληκε. τὸν γὰρ αὐτὸν οὐκ ἐᾷ σιτεῖσθαι πολλάκις, ἐὰν δὲ ᾧ καθήκει μὴ βούληται,2 κολάζει, τὸ μὲν ἡγούμενος πλεονεξίαν, τὸ δʼ ὑπεροψίαν τῶν κοινῶν.

梭伦关于在公共场所用餐的规定也是独具特色的,他本人将此称为“共餐”。因为他不容许同一个人频繁在公家用餐,但若应去用餐的人不愿前往,他便加以惩处;他认为前者出于贪婪,后者则是对公共事务的轻慢。

语法注2 条
  1. 24.2ἐπὶ βεβαίῳ τῷ μεθέξειν

    介词 ἐπί 支配与格中性形容词 βεβαίῳ 与带有冠词的将来时不定式 τῷ μεθέξειν,表示“在确定能够分享……的前提/保证下”。带冠词的将来时不定式作介词宾语在古典散文中较为少见,在此强化了对未来权益的确凿保证。

  2. 24.3ἐὰν δὲ ᾧ καθήκει μὴ βούληται

    关系代词 ᾧ 隐含了先行词(相当于 οὗτος ᾧ),并充当非人称动词 καθήκει(“理当属于、是……的职责/轮到……”)的与格补足语。由 ᾧ 引导的从句整体在条件从句中充当 μὴ βούληται 的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:24.1-24.3