- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:23.1-23.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段论述了梭伦有关妇女法中罚金规定的失衡与当时货币价值的关系,随后记载了祭牲估价、竞赛奖励、捕狼赏金以及早期依职业划分部落的说法,并详述了关于水井、植树、挖沟与蜂巢安置等市政与邻里法规。
ὅλως δὲ πλείστην ἔχειν ἀτοπίαν οἱ περὶ τῶν γυναικῶν νόμοι τῷ Σόλωνι δοκοῦσι. μοιχὸν μὲν γὰρ ἀνελεῖν τῷ λαβόντι δέδωκεν· ἐὰν δʼ ἁρπάσῃ τις ἐλευθέραν γυναῖκα καὶ βιάσηται, ζημίαν ἑκατὸν δραχμὰς ἔταξε· κἂν προαγωγεύῃ, δραχμὰς εἴκοσι, πλὴν ὅσαι πεφασμένως πωλοῦνται, λέγων δὴ τὰς ἑταίρας. αὗται γὰρ ἐμφανῶς φοιτῶσι πρὸς τοὺς διδόντας.
总的来看,梭伦关于妇女的法律似乎包含着极大的怪异之处。因为他准许当场捉奸的人杀死奸夫;但若有人强行掠奸一位自由身份的女子,他只规定处以一百德拉克马的罚金;若为人牵线做皮条客,则处以二十德拉克马,唯独那些公开卖身者除外,他所指的正是交际花;因为她们是公然走往付给报酬的人那里去的。
ἔτι δʼ οὔτε θυγατέρας πωλεῖν οὔτʼ ἀδελφὰς δίδωσι, πλὴν ἂν μὴ λάβῃ παρθένον ἀνδρὶ συγγεγενημένην.1 τὸ δʼ αὐτὸ πρᾶγμα ποτὲ μὲν πικρῶς καὶ ἀπαραιτήτως κολάζειν, ποτὲ δʼ εὐκόλως καὶ παίζοντα, πρόστιμον ζημίαν τὴν τυχοῦσαν ὁρίζοντα,2 ἄλογόν ἐστι· πλὴν εἰ μὴ σπανίζοντος τότε τοῦ νομίσματος ἐν τῇ πόλει μεγάλας ἐποίει τὰς ἀργυρικὰς ζημίας τὸ δυσπόριστον.
此外,他也不允许出卖女儿或姐妹,除非抓到未婚处女已同男子失贞私通。然而,对同一种罪过,有时以严厉不贷的手段惩办,有时却宽大随兴、如同儿戏般规定随意的罚金,这未免有乖常理;除非在当时,城中货币匮乏,其难得反而使得这些银钱罚金在当时显得相当巨额。
εἰς μέν γε τὰ τιμήματα τῶν θυσιῶν λογίζεται πρόβατον καὶ δραχμὴν ἀντὶ μεδίμνου· τῷ δʼ Ἴσθμια νικήσαντι δραχμὰς ἔταξεν ἑκατὸν δίδοσθαι, τῷ δʼ Ὀλύμπια πεντακοσίας· λύκον δὲ τῷ κομίσαντι πέντε δραχμὰς ἔδωκε, λυκιδέα δὲ μίαν, ὧν φησιν ὁ Φαληρεὺς Δημήτριος τὸ μὲν βοὸς εἶναι, τὸ δὲ προβάτου τιμήν. ἃς γὰρ ἐν τῷ ἑκκαιδεκάτῳ τῶν ἀξόνων ὁρίζει τιμὰς τῶν ἐκκρίτων ἱερείων, εἰκὸς μὲν εἶναι πολλαπλασίας, ἄλλως δὲ κἀκεῖναι πρὸς τὰς νῦν εὐτελεῖς εἰσιν.
无论如何,在祭品的折价中,一只羊和一德拉克马被等同于一麦狄姆诺斯的谷物;他规定给地峡运动会的优胜者一百德拉克马,给奥林匹克运动会的优胜者五百德拉克马;送来一匹狼的人给五德拉克马,一只幼狼给一德拉克马,法勒鲁姆的德米特里乌斯说这分别是一头牛和一只羊的价钱。因为他在第十六块木轴上为精选祭牲所规定的价格,自然要高出许多倍,但即便那些价格与如今相比亦算低廉。
ἀρχαῖον δὲ τοῖς Ἀθηναίοις τὸ πολεμεῖν τοῖς λύκοις, βελτίονα νέμειν ἢ γεωργεῖν χώραν ἔχουσι. καὶ τὰς φυλὰς εἰσὶν οἱ λέγοντες οὐκ ἀπὸ τῶν Ἴωνος υἱῶν, ἀλλʼ ἀπὸ τῶν γενῶν, εἰς ἃ διῃρέθησαν οἱ βίοι τὸ πρῶτον, ὠνομάσθαι, τὸ μὲν μάχιμον Ὁπλίτας, τὸ δʼ ἐργατικὸν Ἐργάδεις· δυεῖν δὲ τῶν λοιπῶν Γελέοντας μὲν τοὺς γεωργούς, Αἰγικορεῖς δὲ τοὺς ἐπὶ νομαῖς καὶ προβατείαις διατρίβοντας.
对雅典人而言,同狼战斗乃是古老之事,因为他们拥有的土地更适合放牧而非耕种。也有人说,各部落的得名并非源自伊翁的诸子,而是源自最初生活方式所划分的职业等级:武士阶层称为霍普利忒斯,手工业者称为埃尔伽德伊斯;余下的两部中,农民称为格勒翁特斯,从事放牧与牧羊者称为埃吉科瑞斯。
ἐπεὶ δὲ πρὸς ὕδωρ οὔτε ποταμοῖς ἐστιν ἀενάοις οὔτε λίμναις τισὶν οὔτʼ ἀφθόνοις πηγαῖς ἡ χώρα διαρκής, ἀλλʼ οἱ πλεῖστοι φρέασι ποιητοῖς ἐχρῶντο, νόμον ἔγραψεν, ὅπου μέν ἐστι δημόσιον φρέαρ ἐντὸς ἱππικοῦ, χρῆσθαι τούτῳ· τὸ δʼ ἱππικὸν διάστημα τεσσάρων ἦν σταδίων· ὅπου δὲ πλεῖον ἀπέχει, ζητεῖν ὕδωρ ἴδιον· ἐὰν δὲ ὀρύξαντες ὀργυιῶν δέκα βάθος παρʼ ἑαυτοῖς μὴ εὕρωσι, τότε λαμβάνειν παρὰ τοῦ γείτονος ἑξάχουν ὑδρίαν δὶς ἑκάστης ἡμέρας πληροῦντας· ἀπορίᾳ γὰρ ᾤετο δεῖν βοηθεῖν, οὐκ ἀργίαν ἐφοδιάζειν.
再者,由于这片土地在水源方面既无长流不竭的江河,亦无湖泊与丰沛的泉水,绝大多数人使用的是人工水井,于是他立下法律:凡在一马程(其距离为四斯塔德)之内有公共水井处,当使用该井;若距离更远,则须自行开凿水源;若在自家土地上掘深至十寻仍未寻得水源,彼时方可从邻人处取水,每日汲满一只六刻阿斯的水坛两次;盖因他认为理当救济困乏,却不可资助怠惰。
ὥρισε δὲ καὶ φυτειῶν μέτρα μάλʼ ἐμπείρως, τοὺς μὲν ἄλλο τι φυτεύοντας ἐν ἀγρῷ πέντε πόδας ἀπέχειν τοῦ γείτονος κελεύσας, τοὺς δὲ συκῆν ἢ ἐλαίαν ἐννέα. πορρωτέρω γὰρ ἐξικνεῖται ταῦτα ταῖς ῥίζαις, καὶ οὐ πᾶσι γειτνιᾷ τοῖς φυτοῖς ἀσινῶς, ἀλλὰ καὶ τροφὴν παραιρεῖται καὶ βλάπτουσαν ἐνίοις ἀπορροὴν ἀφίησι. βόθρους δὲ καὶ τάφρους τὸν βουλόμενον ἐκέλευσεν ὀρύσσειν, ὅσον ἐμβάλλει βάθος, ἀφιστάμενον μῆκος τἀλλοτρίου·3 καὶ μελισσῶν σμήνη καθιστάμενον ἀπέχειν τῶν ὑφʼ ἑτέρου πρότερον ἱδρυμένων πόδας τριακοσίους.
他亦极其精明老练地规定了植树的间距:吩咐在田间栽种其他树木者与邻人地界相隔五尺,栽种无花果树或橄榄树者则须相隔九尺。因为这些树木的根系伸展得更远,并非同所有植物为邻都无害,不仅会夺走养分,还会释放出对某些植物有害的气味或汁液。他还吩咐,凡欲挖掘深坑与水沟者,所挖深度多大,距邻人地产的距离亦须有多大;安置蜂群者,须与他人先前所立蜂群相距三百尺。
- 23.2πλὴν ἂν μὴ λάβῃ παρθένον ἀνδρὶ συγγεγενημένην
连词 πλήν 与条件从句 ἂν μὴ λάβῃ 连用。虽然 ἂν μή 通常表示“除非……不”,但在与 πλήν(除……之外)连用时形成了一种习惯性的否定叠加,意为“除非抓到未婚处女同男子私通的情况除外”。
- 23.2πρόστιμον ζημίαν τὴν τυχοῦσαν ὁρίζοντα
冠词加分词 τὴν τυχοῦσαν 是一个习语,表示“平常的”、“微不足道的”或“随意的”,在此修饰 ζημίαν,指法定中形式上的微薄罚金。
- 23.6ὅσον ἐμβάλλει βάθος, ἀφιστάμενον μῆκος τἀλλοτρίου
关系代词 ὅσον 所引从句(ὅσον ἐμβάλλει βάθος,挖掘的深浅)与表示距离程度的外延对格 μῆκος 形成对应关系。分词 ἀφιστάμενον 支配表示分离的属格 τἀλλοτρίου(即 τοῦ ἀλλοτρίου 的合音),意为“所掘深度多大,便须距他人地产相隔同等距离”。
