- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:22.1-22.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
梭伦针对阿提卡土地贫瘠与人口涌入的现实,引导公民学习手艺,并立法免除未传授手艺之父以及私通娼妓之父被其子嗣赡养的权利。
ὁρῶν δὲ τὸ μὲν ἄστυ πιμπλάμενον ἀνθρώπων ἀεὶ συρρεόντων πανταχόθεν ἐπʼ ἀδείας εἰς τὴν Ἀττικήν, τὰ δὲ πλεῖστα τῆς χώρας ἀγεννῆ καὶ φαῦλα, τοὺς δὲ χρωμένους τῇ θαλάττῃ μηδὲν εἰωθότας εἰσάγειν τοῖς μηδὲν ἔχουσιν ἀντιδοῦναι, πρὸς τὰς τέχνας ἔτρεψε τοὺς πολίτας, καὶ νόμον ἔγραψεν υἱῷ τρέφειν τὸν πατέρα μὴ διδαξάμενον1 τέχνην ἐπάναγκες μὴ εἶναι.
他见雅典城由于各地之人为求安宁源源不断流入阿提卡而人满为患,而土地大半贫瘠菲薄,航海经商者又惯于不向拿不出任何东西作报酬的人输入货物,于是引导公民转向手工艺,并立法规定:若父亲未曾教给儿子一门手艺,儿子便无抚养父亲的义务。
τῷ μὲν γὰρ Λυκούργῳ καὶ πόλιν οἰκοῦντι καθαρὰν ὄχλου ξενικοῦ καὶ χώραν κεκτημένῳ "πολλοῖσι πολλήν, δὶς τοσοῖσδε πλείονα," κατʼ Εὐριπίδην, καὶ τὸ μέγιστον, εἱλωτικοῦ πλήθους, ὃ βέλτιον ἦν μὴ σχολάζειν, ἀλλὰ τριβόμενον ἀεὶ καὶ πονοῦν ταπεινοῦσθαι, περικεχυμένου τῇ Λακεδαίμονι, καλῶς εἶχεν ἀσχολιῶν ἐπιπόνων καὶ βαναύσων ἀπαλλάξαντα τοὺς πολίτας συνέχειν2 ἐν τοῖς ὅπλοις, μίαν τέχνην ταύτην ἐκμανθάνοντας καὶ ἀσκοῦντας·
因为对于莱库古来说,他所居之城不含外邦乌合之众,所据土地按照欧里庇得斯的说法乃是“供多数人已算广大,供两倍之人亦绰绰有余”,最重要的是,拉栖代梦周围布满了黑劳士之众——对于这些人,最好不令其闲居,而应借着永无止息的劳苦磨砺使其保持驯服低卑;因此,使公民免除繁重卑贱的劳作,将其聚合于武装之中,令其仅钻研操练这一门技艺,本是合宜之举。
σόλων δὲ τοῖς πράγμασι τοὺς νόμους μᾶλλον ἢ τὰ πράγματα τοῖς νόμοις προσαρμόζων, καὶ τῆς χώρας τὴν φύσιν ὁρῶν τοῖς γεωργοῦσι γλίσχρως διαρκοῦσαν, ἀργὸν δὲ καὶ σχολαστὴν ὄχλον οὐ δυναμένην τρέφειν, ταῖς τέχναις ἀξίωμα περιέθηκε, καὶ τὴν ἐξ Ἀρείου πάγου βουλὴν ἔταξεν ἐπισκοπεῖν ὅθεν ἕκαστος ἔχει τὰ ἐπιτήδεια, καὶ τοὺς ἀργοὺς κολάζειν.
然而梭伦使法律适应时势,而非使时势强迁就法律;他看到土地的性质即便对于耕作之人亦仅能勉强维持生计,根本无力供养游手好闲、无所事事之徒,便赋予手工艺以尊严,并指派阿雷奥帕古斯议事会监督各人生计来源,惩办怠惰之人。
ἐκεῖνο δʼ ἤδη σφοδρότερον,τὸ μηδὲ τοῖς ἐξ ἑταίρας γενομένοις ἐπάναγκες εἶναι τοὺς πατέρας τρέφειν, ὡς Ἡρακλείδης ἱστόρηκεν ὁ Ποντικός. ὁ γὰρ ἐν γάμῳ παρορῶν τὸ καλὸν οὐ τέκνων ἕνεκα δῆλός ἐστιν, ἀλλʼ ἡδονῆς ἀγόμενος γυναῖκα,3 τόν τε μισθὸν ἀπέχει, καὶ παρρησίαν αὑτῷ πρὸς τοὺς γενομένους οὐκ ἀπολέλοιπεν, οἷς αὐτὸ τὸ γενέσθαι πεποίηκεν ὄνειδος.
更严厉的规定是,据蓬托斯的赫拉克利德斯记载,即便是娼妓所生之子,亦无抚养生父的义务。因为在婚姻中蔑弃高尚名分之人,显然不是为了繁衍子嗣、而是为了肉体欢愉而纳妇,他既已享受了回报,便不再对自己所生之子留有任何父母的威严与权利,盖因他使这出身本身成为了他们的耻辱。
- 22.1μὴ διδαξάμενον
动词 διδάσκω 的不定过去时中间语态分词。相较于主动语态的“亲自教授”,中间语态 διδάσκομαι 惯用于使役意义,即“使(儿子去师傅处)学习手艺”或“令其受学”。
- 22.2ἀπαλλάξαντα τοὺς πολίτας συνέχειν
该不定式短语承接句首与格 τῷ Λυκούργῳ 和非人称表达 καλῶς εἶχεν(“对……而言是合宜的”)。句法上逻辑主语从与格转为宾格,分词 ἀπαλλάξαντα 与不定式 συνέχειν 的隐含宾格主语保持一致。
- 22.4οὐ τέκνων ἕνεκα δῆλός ἐστιν, ἀλλʼ ἡδονῆς ἀγόμενος γυναῖκα
形容词 δῆλος(“显然的”)的人称结构(personal construction)。希腊语中常避免使用非人称结构(如 δῆλόν ἐστιν 加宾格不定式),而将分词的主语 ὁ παρορῶν 提升为主句主语,构成 δῆλός ἐστιν 配合分词 ἀγόμενος 的表达法。
