- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:21.1-21.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述梭伦制定的禁止诽谤死者及限制诽谤生者之法、无子嗣者立遗嘱的自由及其限定条件,以及对妇女出行、丧葬哀悼与节庆风纪的规范限制。
ἐπαινεῖται δὲ τοῦ Σόλωνος καὶ ὁ κωλύων νόμος1 τὸν τεθνηκότα κακῶς ἀγορεύειν. καὶ γὰρ ὅσιον τοὺς μεθεστῶτας ἱεροὺς νομίζειν, καὶ δίκαιον ἀπέχεσθαι τῶν οὐχ ὑπαρχόντων, καὶ πολιτικὸν ἀφαιρεῖν τῆς ἔχθρας τὸ ἀΐδιον. ζῶντα δὲ κακῶς λέγειν ἐκώλυσε πρὸς ἱεροῖς καὶ δικαστηρίοις καὶ ἀρχείοις καὶ θεωρίας οὔσης ἀγώνων· ἤ τρεῖς δραχμὰς τῷ ἰδιώτῃ, δύο δʼ ἄλλας ἀποτίνειν εἰς τὸ δημόσιον ἔταξε. τὸ γὰρ μηδαμοῦ κρατεῖν ὀργῆς ἀπαίδευτον καὶ ἀκόλαστον· τὸ δὲ πανταχοῦ χαλεπόν, ἐνίοις δὲ ἀδύνατον· δεῖ δὲ πρὸς τὸ δυνατὸν γράφεσθαι τὸν νόμον, εἰ βούλεται χρησίμως ὀλίγους, ἀλλὰ μὴ πολλοὺς ἀχρήστως κολάζειν.
在梭伦的各项法律中,禁止诽谤死者的法律也为人称道。因为将亡故之人视为神圣乃属虔敬,不侵犯已不在人世之人乃属正义,消除仇怨的永恒性则合乎城邦之明达。至于对生者出言不逊,他禁止在神庙、法庭、官署以及观看竞技时为之;若有违犯,他规定向受害私人赔付三德拉克马,另向公库缴纳两德拉克马。因为在任何场合都不克制愤怒乃是缺乏教养和放荡不羁,但在一切场合都克制愤怒又极为艰难,对某些人甚至是不可能的;而法律若想有益地惩治少数人而非无益地惩罚多数人,就必须着眼于可行之事来书写。
εὐδοκίμησε δὲ κἀν τῷ περὶ διαθηκῶν νόμῳ· πρότερον γὰρ οὐκ ἐξῆν, ἀλλʼ ἐν τῷ γένει τοῦ τεθνηκότος ἔδει τὰ χρήματα καὶ τὸν οἶκον καταμένειν, ὁ δʼ ᾧ βούλεταί τις ἐπιτρέψας, εἰ μὴ παῖδες εἶεν αὐτῷ, δοῦναι τὰ αὑτοῦ, φιλίαν τε συγγενείας ἐτίμησε μᾶλλον καὶ χάριν ἀνάγκης, καὶ τὰ χρήματα κτήματα τῶν ἐχόντων ἐποίησεν.
他在关于遗嘱的法律上也赢得了声誉。此前立遗嘱是不允许的,财产与房屋必须留在死者的家族之中;而他允许无亲生子嗣者将己物赠予心仪之人,由此使友谊重于血亲,好意重于强制,并使财产真正成为了所有者的私产。
οὐ μὴν ἀνέδην γε πάλιν οὐδʼ ἁπλῶς τὰς δόσεις ἐφῆκεν, ἀλλʼ εἰ μὴ νόσων ἕνεκεν ἢ φαρμάκων ἢ δεσμῶν ἢ ἀνάγκῃ κατασχεθεὶς ἢ γυναικὶ πιθόμενος,2 εὖ πάνυ καὶ προσηκόντως τὸ πεισθῆναι παρὰ τὸ βέλτιστον οὐδὲν ἡγούμενος τοῦ βιασθῆναι διαφέρειν, ἀλλʼ εἰς ταὐτὸ τὴν ἀπάτην τῇ ἀνάγκῃ καὶ τῷ πόνῳ τὴν ἡδονὴν θέμενος, ὡς οὐχ ἧττον ἐκστῆσαι λογισμὸν ἀνθρώπου δυναμένων.3
不过,他并没有毫无节制或毫无条件地放开赠予,而是规定只有在非因疾病、药物、禁锢、身陷强迫或顺从妇人之请的情况下方为有效。他非常正确得体地认为,违背最佳判断而被劝诱与受到强迫毫无分别,将欺瞒与强制、将快乐与痛苦等同视之,因为他认为它们同样能够使人的理性丧失错乱。
ἐπέστησε δὲ καὶ ταῖς ἐξόδοις τῶν γυναικῶν καὶ τοῖς πένθεσι καὶ ταῖς ἑορταῖς νόμον ἀπείργοντα τὸ ἄτακτον καὶ ἀκόλαστον· ἐξιέναι μὲν ἱματίων τριῶν μὴ πλέον ἔχουσαν κελεύσας, μηδὲ βρωτὸν ἢ ποτὸν πλείονος ἢ ὀβολοῦ φερομένην, μηδὲ κάνητα πηχυαίου μείζονα, μηδὲ νύκτωρ πορεύεσθαι πλὴν ἁμάξῃ κομιζομένην λύχνου προφαίνοντος. ἀμυχὰς δὲ κοπτομένων καὶ τὸ θρηνεῖν πεποιημένα καὶ τὸ κωκύειν ἄλλον ἐν ταφαῖς ἑτέρων ἀφεῖλεν.
他还就妇女的出行、哀悼和节庆制定法律,以禁止无序与放纵。他命令妇女外出所着衣服不得超过三件,携带的饮食价值不得超过一奥波尔,提篮不得大于一肘长;夜间除非乘坐车轿并有明灯引路,否则不得行路。他还废除了在悲恸中抓破面容肢体、吟唱编成的哀歌以及在他人葬礼上为别人哭号的做法。
ἐναγίζειν δὲ βοῦν οὐκ εἴασεν, οὐδὲ συντιθέναι πλέον ἱματίων τριῶν, οὐδʼ ἐπʼ ἀλλότρια μνήματα βαδίζειν χωρὶς ἐκκομιδῆς. ὧν τὰ πλεῖστα καὶ τοῖς ἡμετέροις νόμοις ἀπηγόρευται· πρόσκειται δὲ τοῖς ἡμετέροις ζημιοῦσθαι τοὺς τὰ τοιαῦτα ποιοῦντας ὑπὸ τῶν γυναικονόμων, ὡς ἀνάνδροις καὶ γυναικώδεσι τοῖς περὶ τὰ πένθη πάθεσι καὶ ἁμαρτήμασιν ἐνεχομένους.
他也不允许在墓前以牛献祭,不允许随葬超过三件衣物,亦不允许在出殡队伍之外擅入他人墓地。其中大多数也为我们的法律所禁止;只是在我们的法律中还增加了一条:凡有此类行为者须受妇女风纪官的惩罚,因其陷于哀悼中的情感与过错,显得毫无男子气概且软弱女性化。
- 21.1τοῦ Σόλωνος καὶ ὁ κωλύων νόμος
属格 τοῦ Σόλωνος 借助倒装(hyperbaton)置于句首附近,与带有定冠词 ὁ 的核心名词 νόμος 分隔开来。它作修饰 νόμος 的领属属格,而非被动动词 ἐπαινεῖται 的补足成分。
- 21.3ἀλλʼ εἰ μὴ νόσων ἕνεκεν ἢ φαρμάκων ἢ δεσμῶν ἢ ἀνάγκῃ κατασχεθεὶς ἢ γυναικὶ πιθόμενος
此句为限定前句 οὐ μὴν ἀνέδην... τὰς δόσεις ἐφῆκεν 的省略句,承前省略了动词 ἐφῆκεν。ἀλλʼ εἰ μή 意为“除非不是……(方予以准许)”,其后原因属格短语(νόσων ἕνεκεν)与主格分词 κατασχεθείς 及 πιθόμενος 并列,分词在语法上与立遗嘱者的主格一致,列举了遗赠无效的例外诱因。
- 21.3ὡς οὐχ ἧττον ἐκστῆσαι λογισμὸν ἀνθρώπου δυναμένων
由 ὡς 引导的属格独立结构,表述立法者梭伦的主观动机和理据。阴性复数分词 δυναμένων 指代前文的欺瞒(ἀπάτη)与快乐(ἡδονή),说明它们使人丧失理智的能力并不亚于(οὐχ ἧττον)强迫(ἀνάγκη)与痛苦(πόνος)。
