← 普鲁塔克

梭伦传

§20.1-20.5

关于内乱中立惩处及女继承人与嫁妆的立法

本节论述了梭伦关于惩处在内讧中持中立态度者的法令,以及规范女继承人婚配、限制嫁妆以杜绝买卖婚姻的相关法律及其立法意图。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

τῶν δʼ ἄλλων αὐτοῦ νόμων ἴδιος μὲν μάλιστα καὶ παράδοξος ὁ κελεύων ἄτιμον εἶναι τὸν ἐν στάσει μηδετέρας μερίδος γενόμενον. βούλεται δʼ, ὡς ἔοικε, μὴ ἀπαθῶς μηδʼ ἀναισθήτως ἔχειν πρὸς τὸ κοινόν, ἐν ἀσφαλεῖ θέμενον τὰ οἰκεῖα καὶ τῷ μὴ συναλγεῖν μηδὲ συννοσεῖν τῇ πατρίδι καλλωπιζόμενον, ἀλλʼ αὐτόθεν τοῖς τὰ βελτίω καὶ δικαιότερα πράττουσι προσθέμενον, συγκινδυνεύειν καὶ βοηθεῖν, μᾶλλον ἢ περιμένειν ἀκινδύνως τὰ τῶν κρατούντων.

在他其余的法律中,最为奇特和悖于常理的,是那条规定在内讧中不加入任何一派者当被剥夺公民权的法律。依理推想,其用意在于使人不对城邦公益无动于衷、漠不关心,不把私事置于安全之地而因不与祖国同甘共苦、同罹患难而自矜,而是立刻归附于那些从事更好、更合乎正义之事的人,与他们共历险阻并予援手,而不是安然坐视胜者一边的结局。

§20.2

ἄτοπος δὲ δοκεῖ καὶ γελοῖος ὁ τῇ ἐπικλήρῳ διδούς, ἂν ὁ κρατῶν καὶ κύριος γεγονὼς κατὰ τὸν νόμον αὐτὸς μὴ δυνατὸς ᾖ πλησιάζειν, ὑπὸ τῶν ἔγγιστα του ἀνδρὸς ὀπύεσθαι.1 καί τοῦτο δʼ ὀρθῶς ἔχειν τινές φασι πρός τοὺς μὴ δυναμένους συνεῖναι, χρημάτων δʼ ἕνεκα λαμβάνοντας ἐπικλήρους καὶ τῷ νόμῳ καταβιαζομένους τὴν φύσιν. ὁρῶντες γὰρ ᾧ βούλεται τὴν ἐπίκληρον συνοῦσαν ἢ προήσονται τὸν γάμον ἢ μετʼ αἰσχύνης καθέξουσι, φιλοπλουτίας καὶ ὕβρεως δίκην διδόντες.

还有一条法律似乎也怪诞可笑:如果按照法律取得控制权并成为合法主人的男子自身无力亲近,则允许女继承人由其丈夫最近的亲属娶为妻子。然而有人说,这一规定对于那些无力同房、却为了钱财迎娶女继承人并依仗法律强违自然天理之人而言,乃是正当的处置。因为他们若看见女继承人与她所中意者同处,要么解除婚约,要么在羞辱中维持婚姻,从而为自己的贪财与狂妄付出代价。

§20.3

εὖ δʼ ἔχει καὶ τὸ μὴ πᾶσιν, ἀλλὰ τῶν συγγενῶν τοῦ ἀνδρὸς ᾧ βούλεται διαλέγεσθαι τὴν ἐπίκληρον,2 ὅπως οἰκεῖον ᾖ καὶ μετέχον τοῦ γένους τὸ τικτόμενον. εἰς τοῦτο δὲ συντελεῖ καὶ τὸ τὴν νύμφην τῷ νυμφίῳ συγκαθείργνυσθαι μήλου κυδωνίου κατατραγοῦσαν, καὶ τὸ τρὶς ἑκάστου μηνὸς ἐντυγχάνειν πάντως τῇ ἐπικλήρῳ τὸν λαβόντα. καὶ γὰρ εἰ μὴ γένοιντο παῖδες, ἀλλὰ τιμή τις ἀνδρὸς αὕτη πρὸς σώφρονα γυναῖκα, καὶ φιλοφροσύνη πολλὰ τῶν συλλεγομένων ἑκάστοτε δυσχερῶν ἀφαιροῦσα, καὶ ταῖς διαφοραῖς οὐκ ἐῶσα παντάπασιν ἀποστραφῆναι.

而且,规定女继承人并非与任何人、而是与其丈夫亲属中她所愿者交往,也是妥当的,这是为了让所生的孩子属于本家并分享这一家族的血统。有助于达到这一目的的,还有新娘咬啮榅桲果后与新郎一同被关入洞房的仪式,以及迎娶女继承人者每月必须至少与她会见三次的规定。因为即使未能生育子女,这也是丈夫对贤淑妻子的一种敬重,是一种能常常消除日积月累之龃龉的亲睦温情,不致让隔阂使彼此彻底疏远。

§20.4

τῶν δʼ ἄλλων γάμων ἀφεῖλε τὰς φερνάς,ἱμάτια τρία καὶ σκεύη μικροῦ νομίσματος ἄξια κελεύσας, ἕτερον δὲ μηδὲν ἐπιφέρεσθαι τὴν γαμουμένην.3 οὐ γὰρ ἐβούλετο μισθοφόρον οὐδʼ ὤνιον εἶναι τὸν γάμον, ἀλλʼ ἐπὶ τεκνώσει καὶ χάριτι καὶ φιλότητι γίνεσθαι τὸν ἀνδρὸς καὶ γυναικὸς συνοικισμόν. ὁ μὲν γὰρ Διονύσιος, ἀξιούσης τῆς μητρὸς αὐτοῦ δοθῆναί τινι τῶν πολιτῶν πρὸς γάμον, ἔφη τοὺς μὲν τῆς πόλεως νόμους λελυκέναι τυραννῶν, τοὺς δὲ τῆς φύσεως οὐκ εἶναι δυνατὸς βιάζεσθαι γάμους νυμφαγωγῶν παρʼ ἡλικίαν·

对于其他婚姻,他取消了嫁妆,命令出嫁的女子除三件外衣和价值微薄的器物之外不得携带任何物品。因为他不希望婚姻成为受雇牟利或可以买卖之物,而是要让男女的结合建立在繁衍子嗣、恩爱与温情之上。确实,当狄奥尼修斯的母亲请求被嫁给一位公民时,狄奥尼修斯说,自己虽身为僭主破坏了城邦的法律,却无法违背自然的法则去为逾越年龄的人主婚。

§20.5

ἐν δὲ ταῖς πόλεσι τὴν ἀταξίαν ταύτην οὐ δοτέον, οὐδὲ περιοπτέον ἀώρους καὶ ἀχαρίτους ἐπιπλοκὰς καὶ μηδὲν ἔργον γαμήλιον ἐχούσας μηδὲ τέλος. ἀλλὰ γέροντι νέαν ἀγομένῳ φαίη τις ἂν ἐμμελὴς ἄρχων ἢ νομοθέτης τὸ πρὸς τὸν Φιλοκτήτην· "εὖ γοῦν ὡς γαμεῖν ἔχεις τάλας," καὶ νέον ἐν δωματίῳ πλουσίας πρεσβύτιδος, ὥσπερ οἱ πέρδικες, ἀπὸ συνουσίας παχυνόμενον ἐξανευρὼν μετοικίσει πρὸς παρθένον νύμφην ἀνδρὸς δεομένην. ταῦτα μὲν οὖν περὶ τούτων.

因此在城邦之中不可容许这种混乱无序,亦不可纵容那些不合时宜、毫无温爱、既无婚姻之实又无婚姻之归宿的结合。相反,面对迎娶少女的老翁,一位称职的执政官或立法者当会用对菲洛克忒忒斯所说的那句话对他讲: “你这可怜的人,真是一副适于婚娶的好模样,”而若发现有青年如鹧鸪般在富有老妇的闺房中靠着肉体交往养尊处优、日益肥硕,便当将他迁配给需要丈夫的年轻处女。关于这些事情,大抵如此。

语法注3 条
  1. 20.2ὁ τῇ ἐπικλήρῳ διδούς, ἂν ὁ κρατῶν καὶ κύριος γεγονὼς κατὰ τὸν νόμον αὐτὸς μὴ δυνατὸς ᾖ πλησιάζειν, ὑπὸ τῶν ἔγγιστα του ἀνδρὸς ὀπύεσθαι

    该句主语为带冠词的分词短语 ὁ διδούς(“准许……的法律”),后接插入的条件从句 ἂν ... μὴ δυνατὸς ᾖ πλησιάζειν,并支配与格 τῇ ἐπικλήρῳ 和被动不定词 ὀπύεσθαι(“被娶”)。动作发出者由介词短语 ὑπὸ τῶν ἔγγιστα τοῦ ἀνδρός(“由丈夫最近的亲属”)表示,整体构成“若依法取得管辖权的主人自身无力同房,则准许女继承人由丈夫最近亲属迎娶”的被动结构。

  2. 20.3τὸ μὴ πᾶσιν, ἀλλὰ τῶν συγγενῶν τοῦ ἀνδρὸς ᾧ βούλεται διαλέγεσθαι τὴν ἐπίκληρον

    中性定冠词 τὸ 将包括主语对格 τὴν ἐπίκληρον 和不定词 διαλέγεσθαι 在内的整个对格不定词结构名词化。与 μὴ πᾶσιν(“并非与所有人”)相对的 τῶν συγγενῶν 为部分属格,修饰关系代词 ᾧ(由支配与格的 διαλέγεσθαι 所决定)所省略的先行词,相当于 τούτῳ τῶν συγγενῶν ᾧ βούλεται(“在亲属中与她所愿的那个人”)。

  3. 20.4ἱμάτια τρία καὶ σκεύη μικροῦ νομίσματος ἄξια κελεύσας, ἕτερον δὲ μηδὲν ἐπιφέρεσθαι τὴν γαμουμένην

    分词 κελεύσας(“命令”)支配作意义主语的对格 τὴν γαμουμένην(“出嫁的女子”)以及间接命令的中间态不定词 ἐπιφέρεσθαι(“自带随嫁”)。不定词的宾语因倒置隔开(hyperbaton):前置的 ἱμάτια τρία καὶ σκεύη μικροῦ νομίσματος ἄξια(“三件衣物及价值微薄的器具”)与由 δέ 引出的 ἕτερον μηδέν(“其余一概不准”)形成正反对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:20.1-20.5