- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:19.1-19.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
梭伦设立了阿雷奥帕古斯与四百人两个议事会以稳固城邦,普鲁塔克则通过引述当时的法律原文,探讨了阿雷奥帕古斯议事会是否在梭伦之前就已存在。
συστησάμενος δὲ τὴν ἐν Ἀρείῳ πάγῳ βουλὴν ἐκ τῶν κατʼ ἐνιαυτὸν ἀρχόντων, ἧς διὰ τὸ ἄρξαι καὶ αὐτὸς μετεῖχεν, ἔτι δʼ ὁρῶν τὸν δῆμον οἰδοῦντα καὶ θρασυνόμενον τῇ τῶν χρεῶν ἀφέσει, δευτέραν προσκατένειμε βουλήν, ἀπὸ φυλῆς ἑκάστης, τεττάρων οὐσῶν, ἑκατὸν ἄνδρας ἐπιλεξάμενος, οὓς προβουλεύειν ἔταξε τοῦ δήμου καὶ μηδὲν ἐᾶν ἀπροβούλευτον εἰς ἐκκλησίαν εἰσφέρεσθαι.
梭伦由历届执政官组建了阿雷奥帕古斯议事会——他自己也因曾任执政官而身列其中——不仅如此,他看到民众因债务免除而群情激奋、日渐骄横,便增设了第二个议事会,从总共四个部族中各选出一百人,指定他们为民众进行预审,不准任何未经预审的议案提交到民众大会。
τὴν δʼ ἄνω βουλὴν ἐπίσκοπον πάντων καὶ φύλακα τῶν νόμων ἐκάθισεν, οἰόμενος ἐπὶ δυσὶ βουλαῖς ὥσπερ ἀγκύραις ὁρμοῦσαν1 ἧττον ἐν σάλῳ τὴν πόλιν ἔσεσθαι καὶ μᾶλλον ἀτρεμοῦντα τὸν δῆμον παρέξειν. οἱ μὲν οὖν πλεῖστοι τὴν ἐξ Ἀρείου πάγου βουλήν, ὥσπερ εἴρηται, Σόλωνα συστήσασθαί φασι· καὶ μαρτυρεῖν αὐτοῖς δοκεῖ μάλιστα τὸ μηδαμοῦ τὸν Δράκοντα λέγειν μηδʼ ὀνομάζειν Ἀρεοπαγίτας, ἀλλὰ τοῖς ἐφέταις ἀεὶ διαλέγεσθαι περὶ τῶν φονικῶν.
他将上议事会设为统揽一切的监察者和法律的卫士,认为城邦若如抛下两具锚般系泊于两个议事会之上,便能较少遭受动荡冲击,使民众保持更加平静的状态。 大多数人都说,正如前文所述,是梭伦创立了阿雷奥帕古斯议事会;而似乎最能印证他们这一观点的是,德拉古在任何地方都未曾提及或指名阿雷奥帕古斯成员,而是在涉及杀人案件时始终诉诸法令官(埃斐泰)。
ὁ δὲ τρισκαιδέκατος ἄξων τοῦ Σόλωνος τὸν ὄγδοον ἔχει τῶν νόμων οὕτως αὐτοῖς ὀνόμασι γεγραμμένον. ἀτίμων ὅσοι ἄτιμοι ἦσαν πρὶν ἢ Σόλωνα ἄρξαι, ἐπιτίμους εἶναι2 πλὴν ὅσοι ἐξ Ἀρείου πάγου ἢ ὅσοι ἐκ τῶν ἐφετῶν ἢ ἐκ πρυτανείου καταδικασθέντες ὑπὸ τῶν βασιλέων ἐπὶ φόνῳ ἢ σφαγαῖσιν ἢ ἐπὶ τυραννίδι ἔφευγον ὅτε ὁ θεσμὸς ἐφάνη ὅδε.
然而,梭伦第十三根木板上载有第八条法律,原文字句如下: “在被剥夺公民权之人中,凡在梭伦就职前遭剥夺者,皆恢复其权,唯在阿雷奥帕古斯,或由法令官,或在普吕塔内翁经诸王因杀人、屠戮或谋图僭政而定罪、且在此法颁布时正处于流放状态者除外。”
ταῦτα δὴ πάλιν ὡς πρὸ τῆς Σόλωνος ἀρχῆς καὶ νομοθεσίας τὴν ἐξ Ἀρείου πάγου βουλὴν οὖσαν ἐνδείκνυται. τίνες γὰρ ἦσαν οἱ πρὸ Σόλωνος ἐν Ἀρείῳ πάγῳ καταδικασθέντες, εἰ πρῶτος Σόλων ἔδωκε τῇ ἐξ Ἀρείου πάγου βουλῇ τὸ κρίνειν; εἰ μὴ νὴ Δία γέγονέ τις ἀσάφεια τοῦ γράμματος ἢ ἔκλειψις,3 ὥστε τοὺς ἡλωκότας ἐπʼ αἰτίαις αἷς κρίνουσι νῦν οἱ Ἀρεοπαγῖται καὶ ἐφέται καὶ πρυτάνεις, ὅτε ὁ θεσμὸς ἐφάνη ὅδε, μένειν ἀτίμους, τῶν ἄλλων ἐπιτίμων γενομένων. ταῦτα μὲν οὖν καὶ αὐτὸς ἐπισκόπει.
这番话反过来表明,阿雷奥帕古斯议事会在梭伦任官与立法之前便已存在。因为如果梭伦是第一个赋予阿雷奥帕古斯议事会审判权的人,那么在梭伦之前由阿雷奥帕古斯定罪的又是些什么人呢?除非对天起誓,这字句上出现了某种含混或遗漏,以致其本意是:“凡在此法颁布时,因阿雷奥帕古斯成员、法令官及普吕塔尼斯如今所审判的罪名而遭定罪者,仍维持剥夺公民权状态,其余之人则恢复权利。”对于这一问题,读者当亲自考察。
- 19.2ἐπὶ δυσὶ βουλαῖς ὥσπερ ἀγκύραις ὁρμοῦσαν
分词 ὁρμοῦσαν 为阴性宾格,与 τὴν πόλιν 一致。介词短语 ἐπὶ δυσὶ βουλαῖς ὥσπερ ἀγκύραις 构成航海隐喻(如同系泊于双锚),修饰 ὁρμοῦσαν,分词短语整体修饰 ἔσεσθαι 的宾格主语 τὴν πόλιν。
- 19.3ἀτίμων ὅσοι ἄτιμοι ἦσαν πρὶν ἢ Σόλωνα ἄρξαι, ἐπιτίμους εἶναι
古风法律文条构式。首位的属格 ἀτίμων 为部分属格,其后的关系分句 ὅσοι ἄτιμοι ἦσαν 充当不定式 εἶναι 的逻辑主语。不定式 ἐπιτίμους εἶναι 是法令文中常见的规定性/命令性不定式。
- 19.4εἰ μὴ νὴ Δία γέγονέ τις ἀσάφεια τοῦ γράμματος ἢ ἔκλειψις
补正性或反驳性条件分句(“除非,对天起誓,出现了……”)。νὴ Δία 是插入的口语及修辞性誓词。其后引出的 ὥστε 结果分句具体阐明了另一种文本假说的内容。
