- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:1.1-1.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克辨析了关于梭伦家系与生父的异说,继而叙述梭伦与庇西特拉图之间的早年亲缘情谊,并通过其诗作与立法阐明梭伦对待爱情的态度。
δίδυμος ὁ γραμματικὸς ἐν τῇ περὶ τῶν ἀξόνων τῶν Σόλωνος ἀντιγραφῇ πρὸς Ἀσκληπιάδην Φιλοκλέους τινὸς τέθεικε λέξιν, ἐν ᾗ τὸν Σόλωνα πατρὸς Εὐφορίωνος ἀποφαίνει παρὰ τὴν τῶν ἄλλων δόξαν, ὅσοι μέμνηνται Σόλωνος. Ἐξηκεστίδου γὰρ αὐτὸν ἅπαντες ὁμαλῶς γεγονέναι λέγουσιν, ἀνδρὸς οὐσίᾳ μέν, ὥς φασι, καὶ δυνάμει μέσου τῶν πολιτῶν, οἰκίας δὲ πρώτης κατὰ γένος· ἦν γὰρ Κοδρίδης ἀνέκαθεν.
语法学者迪杜莫斯在针对阿斯克勒庇阿得斯的《论梭伦旋转木板法典辩驳书》中,引用了某个菲洛克勒斯的言论;在其中,菲洛克勒斯违背所有提及梭伦之人的共识,断言梭伦是欧福里翁之子。因为所有人一致认为他是埃克塞刻斯提得斯之子;据他们说,其父在财产与权势上属于公民的中等阶层,但按门第而言则出身于首屈一指的望族,乃是自古相传的科德鲁斯后裔。
τὴν δὲ μητέρα τοῦ Σόλωνος Ἡρακλείδης ὁ Ποντικὸς ἱστορεῖ τῆς Πεισιστράτου μητρὸς ἀνεψιὰν γενέσθαι. καὶ φιλία τὸ πρῶτον ἦν αὐτοῖς πολλὴ μὲν διὰ τὴν συγγένειαν, πολλὴ δὲ διὰ τὴν εὐφυΐαν καὶ ὥραν, ὡς ἔνιοί φασιν, ἐρωτικῶς τὸν Πεισίστρατον ἀσπαζομένου τοῦ Σόλωνος. ὅθεν ὕστερον, ὡς ἔοικεν, εἰς διαφορὰν αὐτῶν ἐν τῇ πολιτείᾳ καταστάντων οὐδὲν ἤνεγκεν ἡ ἔχθρα σκληρὸν οὐδʼ ἄγριον πάθος, ἀλλὰ παρέμεινεν ἐκεῖνα τὰ δίκαια1 ταῖς ψυχαῖς, καὶ παρεφύλαξε, "τυφόμενα Δίου πυρὸς ἔτι ζῶσαν φλόγα," τὴν ἐρωτικὴν μνήμην καὶ χάριν.
至于梭伦的母亲,本都的赫拉克利得斯记载她是庇西特拉图母亲的堂姐妹。起初,他们之间因血缘而有着深厚的友谊,又因庇西特拉图的天赋资质和韶华美貌而交情笃厚,正如某些人所言,梭伦对他怀有热烈的爱恋。因此后来,当他们在国政上产生分歧时,这番嫌隙似乎并未带来任何严苛或野蛮的情感,而是昔日的情谊留存在心灵之中,并且守护着—— “仿若宙斯雷火中尚存残生、正自阴燃的烈焰”——那份由爱而生的记忆与温情。
ὅτι δὲ πρὸς τοὺς καλοὺς οὐκ ἦν ἐχυρὸς ὁ Σόλων οὐδʼ Ἔρωτι θαρραλέος ἀνταναστῆναι πύκτης ὅπως ἐς χεῖρας, ἔκ τε τῶν ποιημάτων αὐτοῦ λαβεῖν ἔστι, καὶ νόμον ἔγραψε2 διαγορεύοντα δοῦλον μὴ ξηραλοιφεῖν μηδὲ παιδεραστεῖν, εἰς τὴν τῶν καλῶν μερίδα καὶ σεμνῶν ἐπιτηδευμάτων τιθέμενος τὸ πρᾶγμα, καὶ τρόπον τινὰ τοὺς ἀξίους προκαλούμενος ὧν τοὺς ἀναξίους ἀπήλαυνε.3
此外,梭伦对美少年并非无动于衷,面对爱神厄洛斯亦未敢“如拳击手般与之一较高下、徒手迎战”,这一点不仅可以从他的诗作中看出,亦见于他所立的法律:他明令禁止奴隶涂干油锻炼身体或从事少年之爱,从而将这一举动划归于高尚典雅之事的行列,并在某种意义上,将相称之人召唤至他把不相宜者排斥在外的事物之中。
λέγεται δὲ καὶ Πεισίστρατος ἐραστὴς Χάρμου γενέσθαι, καὶ τὸ ἄγαλμα τοῦ Ἔρωτος ἐν Ἀκαδημείᾳ καθιερῶσαι, ὅπου τὸ πῦρ ἀνάπτουσιν οἱ τὴν ἱερὰν λαμπάδα διαθέοντες.
据说庇西特拉图也曾成为夏尔穆斯的爱侣,并在阿卡德米学园奉献了厄洛斯的神像,即如今圣火炬竞跑者点燃火把之处。
- 1.2ἐκεῖνα τὰ δίκαια
中性复数主语“ἐκεῖνα τὰ δίκαια”字面意为“那些正当之理/应分之事”,此处指因亲缘与旧日恋情而形成的“道义羁绊与情分”,作后文守护“τὴν ἐρωτικὴν μνήμην καὶ χάριν”的主语。
- 1.3ὅτι δὲ πρὸς τοὺς καλοὺς οὐκ ἦν ἐχυρὸς ὁ Σόλων... ἔκ τε τῶν ποιημάτων αὐτοῦ λαβεῖν ἔστι, καὶ νόμον ἔγραψε
句首由“ὅτι δὲ...”引导的从句是充当整体事实陈述的前置名词性从句,不仅作为“ἔστι λαβεῖν”的认知对象,亦通过连词“καί”引出非对称的人称从句“καὶ νόμον ἔγραψε...”,两者共同充当证明该前提的事实根据。
- 1.3ὧν τοὺς ἀναξίους ἀπήλαυνε
关系代词“ὧν”的先行词被省略,其属格由动词“ἀπήλαυνε”的属格支配(ἀπελαύνω τινά τινος,意为“将某人从某物中排斥开”)决定。整体结构为“[ἐπὶ ταῦτα] ὧν τοὺς ἀναξίους ἀπήλαυνε”,即“将相称之人召唤至他把不配之人排斥在外的那些事上”。
