- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:18.1-18.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
梭伦依据财产将公民划分为四个等级,并准许最底层的戴特斯阶层参与民众大会和陪审法庭,从而借助司法大大增强了民众的政治影响力。他还确立了任何公民皆可代受害者起诉加害者的制度,使城邦共同体团结一致惩处不法。
δεύτερον δὲ Σόλων τὰς μὲν ἀρχὰς ἁπάσας, ὥσπερ ἦσαν, τοῖς εὐπόροις ἀπολιπεῖν βουλόμενος, τὴν δʼ ἄλλην μῖξαι πολιτείαν, ἧς ὁ δῆμος οὐ μετεῖχεν, ἔλαβε τὰ τιμήματα τῶν πολιτῶν, καὶ τοὺς μὲν ἐν ξηροῖς ὁμοῦ καὶ ὑγροῖς μέτρα πεντακόσια ποιοῦντας πρώτους ἔταξε καὶ πεντακοσιομεδίμνους προσηγόρευσε· δευτέρους δὲ τοὺς ἵππον τρέφειν δυναμένους ἢ μέτρα ποιεῖν τριακόσια· καὶ τούτους ἱππάδα τελοῦντας ἐκάλουν· ζευγῖται δʼ οἱ τοῦ τρίτου τιμήματος ὠνομάσθησαν, οἷς μέτρον ἦν συναμφοτέρων διακοσίων. οἱ δὲ λοιποὶ πάντες ἐκαλοῦντο θῆτες, οἷς οὐδεμίαν ἄρχειν ἔδωκεν ἀρχήν, ἀλλὰ τῷ συνεκκλησιάζειν καὶ δικάζειν μόνον μετεῖχον τῆς πολιτείας. ὃ κατʼ ἀρχὰς μὲν οὐδέν, ὕστερον δὲ παμμέγεθες ἐφάνη·1 τὰ γὰρ πλεῖστα τῶν διαφόρων ἐνέπιπτεν εἰς τοὺς δικαστάς. καὶ γὰρ ὅσα ταῖς ἀρχαῖς ἔταξε κρίνειν, ὁμοίως καὶ περὶ ἐκείνων εἰς τὸ δικαστήριον ἐφέσεις ἔδωκε τοῖς βουλομένοις.
其次,梭伦一方面希望像从前一样将所有官职留给富裕阶层,另一方面又希望将民众此前无份的其他政制部分加以混合,于是对公民进行了财产估算;他把干谷与液体物产合计达到五百麦斗的人定为第一等级,称作“五百麦斗级”;第二等级是能养一匹马或产出三百麦斗的人,这些人被称为“骑士阶层”;第三等级的人被称为“双牛级”,他们的财产标准是两类物产合计两百麦斗。其余所有人皆称为“戴特斯阶层”,梭伦没有给予他们担任任何官职的权力,他们仅通过共同出席民众大会以及担任陪审员来参与城邦政制。这在起初看似无足轻重,但后来却显出极其巨大的重要性,因为绝大多数纠纷都落到了陪审员手中。事实上,对于所有规定由行政长官裁决的事务,梭伦同样向自愿者开放了向法庭提起上诉的权利。
λέγεται δὲ καὶ τοὺς νόμους ἀσαφέστερον γράψας καὶ πολλὰς ἀντιλήψεις ἔχοντας αὐξῆσαι τὴν τῶν δικαστηρίων ἰσχύν· μὴ δυναμένους γὰρ ὑπὸ τῶν νόμων διαλυθῆναι περὶ ὧν διεφέροντο, συνέβαινεν ἀεὶ δεῖσθαι δικαστῶν2 καὶ πᾶν ἄγειν ἀμφισβήτημα πρὸς ἐκείνους, τρόπον τινὰ τῶν νόμων κυρίους ὄντας.
据说,由于他所制定的法律较为含混且存在诸多歧义,从而增强了法庭的权力;因为诉讼双方无法依靠法律解决纠纷,往往不得不诉诸陪审员,并将所有争端提交给他们,使他们从某种意义上成了法律的主宰。
ἐπισημαίνεται δʼ αὐτὸς αὑτῷ τὴν ἀξίωσιν οὕτως· "δήμῳ μὲν γὰρ ἔδωκα τόσον κράτος ὅσσον ἀπαρκεῖ, τιμῆς οὔτʼ ἀφελὼν οὔτʼ ἐπορεξάμενος· οἳ δʼ εἶχον δύναμιν καὶ χρήμασιν ἦσαν ἀγητοί, καὶ τοῖς ἐφρασάμην μηδὲν ἀεικὲς ἔχειν. ἔστην δʼ ἀμφιβαλὼν κρατερὸν σάκος ἀμφοτέροισι· νικᾶν δʼ οὐκ εἴασʼ οὐδετέρους ἀδίκως."
他自己在诗句中这样表明自己的功绩: "我赋予民众恰到好处的权能, 既不削减其荣誉,亦不作多余的给予; 对于那些握有权力、因财富为人艳羡之人, 我也曾谋划,不使他们遭受不齿之辱。 我以坚固的盾牌环护双方而伫立, 未让任何一方不正当地取胜。
ἔτι μέντοι μᾶλλον οἰόμενος δεῖν ἐπαρκεῖν τῇ τῶν πολλῶν ἀσθενείᾳ, παντὶ λαβεῖν δίκην ὑπὲρ τοῦ κακῶς πεπονθότος ἔδωκε. καὶ γὰρ πληγέντος ἑτέρου καὶ βιασθέντος ἢ βλαβέντος ἐξῆν τῷ δυναμένῳ καὶ βουλομένῳ γράφεσθαι τὸν ἀδικοῦντα καὶ διώκειν, ὀρθῶς ἐθίζοντος τοῦ νομοθέτου τοὺς πολίτας ὥσπερ ἑνὸς μέρη σώματος συναισθάνεσθαι καὶ συναλγεῖν ἀλλήλοις. τούτῳ δὲ τῷ νόμῳ συμφωνοῦντα λόγον αὐτοῦ διαμνημονεύουσιν. ἐρωτηθεὶς γάρ, ὡς ἔοικεν, ἥτις οἰκεῖται κάλλιστα τῶν πόλεων, ἐκείνη, εἶπεν, ἐν ᾗ τῶν ἀδικουμένων οὐχ ἧττον οἱ μὴ ἀδικούμενοι προβάλλονται καὶ κολάζουσι3 τοὺς ἀδικοῦντας.
" 然而,他认为更应当扶助普通民众的弱小,于是赋予所有人为遭受侵害之人寻求正义的权利。因为当另一人遭殴打、受暴力侵害或受到损害时,凡是有能力且愿意的人都可以控告并起诉侵害他人者;立法者通过这种方式,极为恰当地促使公民们如同一体之各部分那样彼此同感共苦。人们还铭记着他与这项法律相契合的一句话。据说,当有人问他什么样的城邦治理得最好时,他说: “那便是 未受害者如同受害者一样, 挺身而出惩处作恶之人的城邦。”
- 18.2ὃ κατʼ ἀρχὰς μὲν οὐδέν, ὕστερον δὲ παμμέγεθες ἐφάνη
中性单数主格关系代词 ὅ 的先行词是前一分句所叙述的整个事实(即戴特斯阶层不得担任官职,仅能通过参与民众大会和担任陪审员参政)。
- 18.3μὴ δυναμένους γὰρ ὑπὸ τῶν νόμων διαλυθῆναι... συνέβαινεν ἀεὶ δεῖσθαι δικαστῶν
宾格分词短语 μὴ δυναμένους... 充当由无人称动词 συνέβαινεν 所支配的不定词 δεῖσθαι 和 ἄγειν 的逻辑主语(宾格主语),指代争执中的公民大众。
- 18.5προβάλλονται καὶ κολάζουσι
中动态动词 προβάλλονται 在此理解为“(为受害者)挺身而出/挺身为盾”,亦带有雅典法律中提出指控的意味。它与能动态 κολάζουσι(惩罚)并列,体现了未受害的第三者主动诉追不法行为。
