← 普鲁塔克

梭伦传

§15.1-15.7

解负令的实施与友人投机买地的风波

梭伦以折中务实的态度立法,兼顾劝说与强制,颁布“解除重负”令以免除债务并废止人身抵押,但后世对其究竟是全盘废债还是币制与利息改革存有争议。此外,他的友人利用内幕借贷置地令他蒙受勾结之嫌,梭伦以带头免除自身巨额债权洗清了污名。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1

ταῦτα τοὺς πολλοὺς καὶ φαύλους περὶ αὐτοῦ πεποίηκε λέγοντας. οὐ μὴν ἀπωσάμενός γε τὴν τυραννίδα τὸν πρᾳότατον ἐχρήσατο τρόπον τοῖς πράγμασιν, οὐδὲ μαλακῶς οὐδʼ ὑπείκων τοῖς δυναμένοις οὐδὲ πρὸς ἡδονὴν τῶν ἑλομένων ἔθετο τοὺς νόμους· ἀλλʼ ᾗ μὲν ἄριστον ἦν, οὐκ ἐπήγαγεν ἰατρείαν οὐδὲ καινοτομίαν, φοβηθεὶς μὴ συγχέας παντάπασι καὶ ταράξας τὴν πόλιν ἀσθενέστερος γένηται τοῦ καταστῆσαι πάλιν καὶ συναρμόσασθαι πρὸς τὸ ἄριστον· ἃ δὲ καὶ λέγων ἤλπιζε πειθομένοις καὶ προσάγων ἀνάγκην ὑπομένουσι χρήσασθαι, ταῦτʼ ἔπραττεν, ὥς φησιν αὐτός, "ὁμοῦ βίην τε καὶ δίκην συναρμόσας." ὅθεν ὕστερον ἐρωτηθεὶς εἰ τοὺς ἀρίστους Ἀθηναίοις νόμους ἔγραψεν, ὧν ἄν, ἔφη, προσεδέξαντο τοὺς ἀρίστους.1 ἃ δʼ οὖ οἱ νεώτεροι τοὺς Ἀθηναίους λέγουσι τὰς τῶν πραγμάτων δυσχερείας ὀνόμασι χρηστοῖς καὶ φιλανθρώποις ἐπικαλύπτοντας ἀστείως ὑποκορίζεσθαι, τὰς μὲν πόρνας ἑταίρας, τοὺς δὲ φόρους συντάξεις, φυλακὰς δὲ τὰς φρουρὰς τῶν πόλεων, οἴκημα δὲ τὸ δεσμωτήριον καλοῦντας, πρώτου Σόλωνος ἦν, ὡς ἔοικε, σόφισμα τὴν τῶν χρεῶν ἀποκοπὴν σεισάχθειαν ὀνομάσαντος. τοῦτο γὰρ ἐποιήσατο πρῶτον πολίτευμα, γράψας τὰ μὲν ὑπάρχοντα τῶν χρεῶν ἀνεῖσθαι, πρὸς δὲ τὸ λοιπὸν ἐπὶ τοῖς σώμασι μηδένα δανείζειν.

这些便是梭伦在诗中描写大众与平庸之辈对他所作的议论。然而,他并非因拒绝僭主之位便以极度温和的手段处理国政,亦未曾软弱行事,或顺从有权势者,或迎合推选他的人来制定法律;相反,在原本最为完美的事项上,他并未引入医治之策或革新之举,因他害怕一旦使城邦陷入彻底的混乱与动荡,自己将变得过于软弱,无法重新整治并使其与至善相契合;但对于那些他指望晓以言辞时人们会听从、施加强制时人们能忍受的事项,正如他自己所言,他“将强力与正义同时相调和”付诸实施。 因此,后来有人问他是否为雅典人制定了最好的法律,他答道:“是他们所能接受的法律中最好的。” 至于后来的一些作家谈到雅典人善于巧妙地用优美而仁善的名称掩盖事物的刺耳面,文雅地运用委婉辞令——把娼妓称为“伴侣”,把赋税称为“捐赋”,把城邦的要塞卫戍部队称为“守望”,把监狱称为“居室”——这似乎最早是梭伦的智谋,他将取消债务称为“解除重负”。因为这是他的第一项政绩,他明令废除现存的债务,且今后任何人不得以人身为抵押放贷。

§15.4

καίτοι τινὲς ἔγραψαν, ὧν ἐστὶν Ἀνδροτίων, οὐκ ἀποκοπῇ χρεῶν, ἀλλὰ τόκων μετριότητι κουφισθέντας ἀγαπῆσαι τοὺς πένητας, καὶ σεισάχθειαν ὀνομάσαι τὸ φιλανθρώπευμα τοῦτο καὶ τὴν ἅμα τούτῳ γενομένην τῶν τε μέτρων ἐπαύξησιν καὶ τοῦ νομίσματος τιμήν. ἑκατὸν γὰρ ἐποίησε δραχμῶν τὴν μνᾶν πρότερον ἑβδομήκοντα καὶ τριῶν οὖσαν, ὥστʼ ἀριθμῷ μὲν ἴσον, δυνάμει δʼ ἔλαττον ἀποδιδόντων, ὠφελεῖσθαι μὲν τοὺς ἐκτίνοντας μεγάλα, μηδὲν δὲ βλάπτεσθαι τοὺς κομιζομένους.2

然而,包括安德罗提翁在内的一些人写道,穷人得以宽慰和满足,并非通过免除债务,而是通过放宽利息,并将这项仁政以及与之同时推行的度量衡扩大和货币重估称为“解除重负”。因为他将原先折合七十三德拉克马的一米纳调整为折合一百德拉克马,以至于人们归还时在数量上相同,但在实际价值上却减少了,偿还债务的人获益极大,而收回款项的人也未受任何损失。

§15.5

οἱ δὲ πλεῖστοι πάντων ὁμοῦ φασι τῶν συμβολαίων ἀναίρεσιν γενέσθαι τὴν σεισάχθειαν, καὶ τούτοις συνᾴδει μᾶλλον τὰ ποιήματα. σεμνύνεται γὰρ Σόλων ἐν τούτοις ὅτι τῆς τε προϋποκειμένης γῆς "ὅρους ἀνεῖλε πολλαχῆ πεπηγότας· πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρα·" καὶ τῶν ἀγωγίμων πρὸς ἀργύριον γεγονότων πολιτῶν τοὺς μὲν ἀνήγαγεν ἀπὸ ξένης, "γλῶσσαν οὐκέτʼ Ἀττικὴν ἱέντας, ὡς ἂν πολλαχῆ πλανωμένους· τοὺς δʼ ἐνθάδʼ αὐτοῦ δουλίην ἀεικέα ἔχοντας" ἐλευθέρους φησὶ ποιῆσαι.

但绝大多数人都说“解除重负”是一举废除全部契约,而梭伦的诗歌也更符合这一说法。因为梭伦在诗中夸耀自己从原先抵押的土地上“拔除了到处竖立的界石;曾经身为奴隶的土地,如今获得了自由”;对于因债务被掳卖为奴的公民,他将一部分人从异国接回,“因到处流浪,他们已不再操阿提卡口音;而对于留在本土忍受可耻奴役的那些人”,他说自己使他们重获自由。

§15.6

πρᾶγμα δʼ αὐτῷ συμπεσεῖν λέγεται πάντων ἀνιαρότατον ἀπὸ τῆς πράξεως ἐκείνης. ὡς γὰρ ὥρμησεν ἀνιέναι τὰ χρέα καὶ λόγους ἁρμόττοντας ἐζήτει καὶ πρέπουσαν ἀρχήν, ἐκοινώσατο τῶν φίλων οἷς μάλιστα πιστεύων καὶ χρώμενος ἐτύγχανε, τοῖς περὶ Κόνωνα καὶ Κλεινίαν καὶ Ἱππόνικον, ὅτι γῆν μὲν οὐ μέλλει κινεῖν, χρεῶν δὲ ποιεῖν ἀποκοπὰς ἔγνωκεν. οἱ δὲ προλαβόντες εὐθὺς καὶ φθάσαντες ἐδανείσαντο συχνὸν ἀργύριον παρὰ τῶν πλουσίων καὶ μεγάλας συνεωνήσαντο χώρας.

然而据说,由那一举动引来了一件令他感到最痛心疾首的事故。原来当他着手免除债务、正寻思恰当的说辞与适宜的契机时,便告知了他最信任且交往最密的几位友人——即科农、克利尼亚斯与希波尼库斯之流——称自己不打算变动土地,但已决意取消债务。他们却立时抢先一步,赶在前头向富人们借了大量银钱,买下了大片土地。

§15.7

εἶτα τοῦ δόγματος ἐξενεχθέντος τὰ μὲν κτήματα καρπούμενοι, τὰ δὲ χρήματα τοῖς δανείσασιν οὐκ ἀποδιδόντες, εἰς αἰτίαν τὸν Σόλωνα μεγάλην καὶ διαβολήν, ὥσπερ οὐ συναδικούμενον, ἀλλὰ συναδικοῦντα, κατέστησαν. ἀλλὰ τοῦτο μὲν εὐθὺς ἐλύθη τὸ ἔγκλημα τοῖς πέντε ταλάντοις·3 τοσαῦτα γὰρ εὑρέθη δανείζων, καὶ ταῦτα πρῶτος ἀφῆκε κατὰ τὸν νόμον. ἔνιοι δὲ πεντεκαίδεκα λέγουσιν, ὧν καὶ Πολύζηλος ὁ Ῥόδιός ἐστι. τοὺς μέντοι φίλους αὐτοῦ χρεωκοπίδας καλοῦντες διετέλεσαν.

随后法令颁布,他们享受着地产的收益,却拒不偿还放贷人的款项,从而将梭伦置于巨大的嫌疑与毁谤之中,仿佛他不是一同受骗,而是一同舞弊。不过,这桩罪名很快因他的五塔兰同而告昭雪;因为查明他曾借出这么多钱,并且他按照法律第一个免除了这笔债款。但有些人(其中包括罗得岛的波利泽鲁斯)说是十五塔兰同。然而,人们自此之后始终称他的那些朋友为“赖债党”。

语法注3 条
  1. 15.2ὧν ἄν, ἔφη, προσεδέξαντο τοὺς ἀρίστους

    关系代词 ὧν 省略了先行词 τούτων,并在格上受到先行词属格的吸引(attraction),其在从句内部的原格本应为宾格(即 τοὺς ἀρίστους οὓς ἂν προσεδέξαντο)。搭配 ἄν 与不定过去时直陈式 προσεδέξαντο,表达潜在或过去与事实相反的条件涵义:“在他们本来能够接受的法律当中最好的”。

  2. 15.4ὥστʼ ἀριθμῷ μὲν ἴσον, δυνάμει δʼ ἔλαττον ἀποδιδόντων, ὠφελεῖσθαι μὲν τοὺς ἐκτίνοντας μεγάλα, μηδὲν δὲ βλάπτεσθαι τοὺς κομιζομένους

    表示结果的连词 ὥστε 之后嵌有属格绝对结构(ἀποδιδόντων,意为“在他们偿还之际”),随后引导并列的“宾格加不定式”结构(ὠφελεῖσθαι μὲν τοὺς ἐκτίνοντας... μηδὲν δὲ βλάπτεσθαι τοὺς κομιζομένους)。属格分词 ἀποδιδόντων 的逻辑主语是借债者,与后文不定式的主语 τοὺς ἐκτίνοντας 所指相同。

  3. 15.7ἀλλὰ τοῦτο μὲν εὐθὺς ἐλύθη τὸ ἔγκλημα τοῖς πέντε ταλάντοις

    与格短语 τοῖς πέντε ταλάντοις 作手段或原因与格使用,意为“这一控告借由那五塔兰同得以消除”。定冠词 τοῖς 的使用是前指下文具体说明的、查明属于梭伦自己贷出的那笔确切款项(τοσαῦτα γὰρ εὑρέθη δανείζων)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:15.1-15.7